§36.2.1πάλαι δὲ τούτου κεκυρωμένου βεβαίως ἐν ταῖς ἑκάστων γνώμαις καιρὸν ἐζήτουν ἐπιτήδειον καὶ πρόφασιν εὐσχήμονα πρὸς τοὺς ἐκτός.
尽管这件事早已在他们每个人的心中牢固地决定下来,但他们仍在寻找对外界而言合适的时机和体面的借口。
§36.2.2πολὺ γὰρ δὴ τούτου τοῦ μέρους ἐφρόντιζον Ῥωμαῖοι, καλῶς φρονοῦντες· §36.2.3ἔνστασις γὰρ πολέμου κατὰ τὸν Δημήτριον δικαία μὲν εἶναι δοκοῦσα καὶ τὰ νικήματα ποιεῖ μείζω καὶ τὰς ἀποτεύξεις ἀσφαλεστέρας, ἀσχήμων δὲ καὶ φαύλη τοὐναντίον ἀπεργάζεται·
因为罗马人确实非常看重这一方面,这体现了他们的明智;正如德米特里乌斯所说,一场被认为是正义的战争之开始,既能让胜利更加辉煌,也能让失败更加安全,而一场不体面且卑劣的开端则会产生相反的效果。
§36.2.4διὸ καὶ τότε περὶ τῆς τῶν ἐκτὸς διαλήψεως πρὸς ἀλλήλους διαφερόμενοι παρʼ ὀλίγον ἀπέστησαν τοῦ πολέμου. —
因此,当时他们也因为外界的评价而彼此产生分歧,差一点就放弃了这场战争。