Humanitext Reader

波利比奥斯 · 历史 §36.4.1-36.4.9

罗马的受降条件与迦太基人的疑虑

第 1267 段,共 1311 段 · 希腊语

内容简介

在确认了无条件投降的权利与义务之后,罗马元老院在交付人质等条件下保证了迦太基人的自由与土地,但由于避而不提“城市”,导致迦太基公民陷入极大的疑虑和困惑中。

§36.4.1περὶ δὲ τῆς ἐπιτροπῆς εἴρηται μὲν ἡμῖν καὶ πρότερον, ἀναγκαῖον δʼ ἔστιν καὶ νῦν ὑπομνῆσαι κεφαλαιωδῶς.
关于“交出决定权”,我们此前已有论述,但现在也有必要概要地提请注意。
§36.4.2οἱ γὰρ διδόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων ἐπιτροπὴν διδόασι πρῶτον μὲν χώραν τὴν ὑπάρχουσαν αὐτοῖς καὶ πόλεις τὰς ἐν ταύτῃ, σὺν δὲ τούτοις ἄνδρας καὶ γυναῖκας τοὺς ὑπάρχοντας ἐν τῇ χώρᾳ καὶ ταῖς πόλεσιν ἅπαντας, §36.4.3ὁμοίως ποταμούς, λιμένας, ἱερά, τάφους, συλλήβδην ὥστε πάντων εἶναι κυρίους Ῥωμαίους, αὐτοὺς δὲ τοὺς διδόντας ἁπλῶς μηκέτι μηδενός.
因为凡是向罗马人交出决定权的人,首先要交出属于自己的土地以及其中的城市,此外还要交出土地和城市中的所有男女,同样还有河流、港口、圣所、墓地,一言以蔽之,从而使罗马人支配一切,而投降者自己则根本不再对任何事物拥有主权。
§36.4.4γενομένης δὲ τῆς ἀνθομολογήσεως τοιαύτης ὑπὸ τῶν Καρχηδονίων, καὶ μετʼ ὀλίγον εἰσκληθέντων αὐτῶν εἰς τὸ συνέδριον, ἔλεγεν ὁ στρατηγὸς τὴν τῆς συγκλήτου γνώμην ὅτι καλῶς αὐτῶν βεβουλευμένων δίδωσιν αὐτοῖς ἡ σύγκλητος τήν τʼ ἐλευθερίαν καὶ τοὺς νόμους, ἔτι δὲ τὴν χώραν ἅπασαν καὶ τὴν τῶν ἄλλων ὑπαρχόντων κτῆσιν καὶ κοινῇ καὶ κατʼ ἰδίαν.
当迦太基人做出这样的承诺,并在不久后被召入元老院时,将领宣读了元老院的决定:由于他们作出了明智的决断,元老院赐予他们自由和法律,以及全部土地和其余财产的公有与私有权。
§36.4.5οἱ δὲ Καρχηδόνιοι ταῦτʼ ἀκούσαντες ἔχαιρον, δόξαντες ὡς ἐν κακῶν αἱρέσει καλῶς σφίσιν κεχρῆσθαι τὴν σύγκλητον, ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων αὐτοῖς συγκεχωρημένων.
迦太基人听闻此言十分高兴,认为在两害相权之下,元老院对他们已是宽大处理,因为最必要和最重大的权益已向他们允诺。
§36.4.6μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ διασαφοῦντος διότι τεύξονται τούτων, ἐὰν τριακοσίους ὁμήρους εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθʼ ἡμέραις τοὺς υἱοὺς τῶν ἐκ τῆς συγκλήτου καὶ τῆς γερουσίας καὶ τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρχήσωσιν,
随后,将领明确表示,他们将获得这些待遇,条件是:在三十天内向莉莉贝乌姆派出三百名元老院和长老会成员的子嗣作为人质,并且服从执政官们给出的命令。
§36.4.7ἐπὶ ποσὸν ἠπόρησαν ποῖα τὰ διὰ τῶν ὑπάτων αὐτοῖς ἔσται παραγγελλόμενα· πλὴν τότε γʼ ἐξ αὐτῆς ὥρμησαν, σπεύδοντες ἀναγγεῖλαι τῇ πατρίδι περὶ τούτων.
他们在一时之间对执政官将要向他们发出什么样的命令感到困惑;不过当时他们还是立即从那里出发,急于向祖国报告这些情况。
§36.4.8παραγενόμενοι δʼ εἰς τὴν Καρχηδόνα διεσάφουν τοῖς πολίταις τὰ κατὰ μέρος.
他们抵达迦太基后,向公民们详细说明了情况。
§36.4.9οἱ δὲ διακούσαντες τἄλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβουλεῦσθαι τοὺς πρεσβευτάς, περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ πολλὴν ἀμηχανίαν.
公民们听完这一切后,认为使节们在其他事情上的决定是可以接受的,但关于“城市”一词未被提及之事,使他们陷入了极大的疑虑和完全的束手无策中。

词汇与语法注释

  1. §36.4.3αὐτοὺς δὲ τοὺς διδόντας ἁπλῶς μηκέτι μηδενός — 属格 μηδενός 受前句 ὥστε 引导的从句中 κυρίους [εἶναι] 的支配。此处省略了该词,应补足为 μηκέτι [κυρίους εἶναι] μηδενός(不再是任何事物的支配者)。虽然也可以看作是省略了像 κρατεῖν(统治、支配)这样的动词,但从与前文 κυρίους 的平行结构来看,采用前一种解释更为自然。
  2. §36.4.4καλῶς αὐτῶν βεβουλευμένων — 这是一个属格绝对结构,以 αὐτῶν(指迦太基人)为逻辑主语。在 ὅτι 引导的从句中,它起着表示原因(“因为他们作出了明智的决定”)的状语作用。
  3. §36.4.9περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν — 这是一个带对格主语的不定式短语,在句中充当主句动词 ἦγε(导致、使陷入)的主语。在希腊语中,即使没有冠词 τό,不定式短语也可以独立表示事实并作句子的主语。

引用这一段

波利比奥斯, 历史 §36.4.1-36.4.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:36.4.1-36.4.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。