Humanitext Reader

波利比奥斯 · 历史 §36.1.1-36.1.7

批判历史编纂中的虚构演说

第 1264 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯批评了在历史叙事中插入冗长虚构演说以炫耀修辞技巧的常见做法,主张政治家和历史学家都应避免空洞的修饰,而应专注于通过调查得出的实际言论与具有实用价值的部分。

§36.1.1ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐκ ἐν ἀγωνίσματι κεχρήμεθα προφερόμενοι τοὺς κατὰ μέρος λόγους, τοιαύτης ὑποθέσεως ἐπειλημμένοι καὶ τηλικαύτης πράξεως·
也许有人会问,我们既然承担了如此重大的主题和如此宏伟的事业,为什么不采取辩论竞技的方式,把具体演说的细节长篇大论地呈现出来呢?
§36.1.2ὅπερ οἱ πλεῖστοι ποιοῦσι τῶν συγγραφέων, εἰς ἀμφότερα τὰ μέρη διατιθέμενοι τοὺς ἐνόντας λόγους.
这正是大多数历史学家所做的,他们为双方阵营编排各种可能成立的论点。
§36.1.3ἐγὼ δὲ διότι μὲν οὐκ ἀποδοκιμάζω τοῦτο τὸ μέρος, ἐν πλείοσι τόποις τῆς ἱστορίας δῆλον πεποίημαι, πολλάκις ἀπηγγελκὼς δημηγορίας καὶ συντάξεις ἀνδρῶν πολιτικῶν· §36.1.4ὅτι δʼ οὐκ ἐκ παντὸς τρόπου τοῦτο προαιροῦμαι πράττειν, νῦν ἔσται συμφανές·
至于我,一方面,我并未排斥这一历史写作的领域,这已在我的历史著作的多处地方显而易见,因为我经常记述政治家的民政演说与正式报告;但另一方面,我并不选择在任何情况下都这么做,这一点现在也将变得很清楚。
οὔτε γὰρ ὑπόθεσιν ἐπιφανεστέραν ταύτης εὑρεῖν ῥᾴδιον οὔθʼ ὕλην πλείω καὶ παράθεσιν.
因为既不容易找到比这更显赫的主题,也不容易找到比这更丰富的素材和对比的材料。
§36.1.5καὶ μὴν οὐδὲ προχειρότερον ἕτερον ἐμοὶ τῆς τοιαύτης παρασκευῆς.
况且,对我而言,没有比进行此类演说准备更驾轻就熟的事了。
§36.1.6ἀλλʼ οὔτε τοῖς πολιτικοῖς ἀνδράσιν οἶμαι πρέπειν πρὸς πᾶν τὸ προτεθὲν διαβούλιον εὑρησιλογεῖν καὶ διεξοδικοῖς χρῆσθαι λόγοις, ἀλλʼ ἀεὶ τοῖς ἁρμόζουσι πρὸς τὸν ὑποκείμενον καιρόν, §36.1.7οὔτε τοῖς ἱστοριογράφοις ἐμμελετᾶν τοῖς ἀκούουσιν οὐδʼ ἐναποδείκνυσθαι τὴν αὑτῶν δύναμιν, ἀλλὰ τὰ κατʼ ἀλήθειαν ῥηθέντα καθʼ ὅσον οἷόν τε πολυπραγμονήσαντας διασαφεῖν, καὶ τούτων τὰ καιριώτατα καὶ πραγματικώτατα. —
然而,我认为,对于政治家而言,针对每一个提交上来的议案都去挖空心思地雕琢言辞、发表冗长繁复的演说是不合时宜的,而应当始终采用适应当前局面的言论;同样,对于历史学家而言,也不应该把读者当作练习演讲的对象,或者炫耀自己的才华,而应该在尽最大可能进行详尽调查之后,阐明那些真实发表过的言论,并且只阐明其中最关键和最具有实际意义的部分。

词汇与语法注释

  1. §36.1.3διότι — 在古典希腊语中,διό提通常用来引导原因从句(意为“因为”),但在希腊化时期的希腊语(通用希腊语)中,它经常像ὅτι一样引导名词性从句(意为“关于……之事”/“即”)。在此处,它引导主句动词δῆλον πεποίημαι(“我已表明”)的宾语从句。
  2. §36.1.6τοῖς πολιτικοῖς ἀνδράσιν — 此处使用与格作为无人称动词πρέπει(“是合适的/应当”)的逻辑主语。虽然πρέπει也可以接“对格+不定式”结构(对格不定式),但它经常与“与格+不定式”连用,表示“对[与格]而言[不定式]是合适的”。
  3. §36.1.7ἐμμελετᾶν — 该词支配与格τοῖς ἀκούουσιν(“听众”),本义为“在……中练习/以此为对象进行训练”。在此处意为“以听众为练习对象/向听众展示技巧”。在本文语境中,波利比乌斯以此批评那些将历史叙事仅仅当作自我炫耀和修辞练习场的做法。

引用这一段

波利比奥斯, 历史 §36.1.1-36.1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:36.1.1-36.1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。