§35.6.1ὑπὲρ δὲ τῶν ἐξ Ἀχαΐας φυγάδων ἐντευχθεὶς διὰ Πολύβιον ὑπὸ Σκιπίωνος, ὡς πολὺς ἐν τῇ συγκλήτῳ λόγος ἐγίνετο, τῶν μὲν διδόντων κάθοδον αὐτοῖς, τῶν δʼ ἐνισταμένων, ἀναστὰς ὁ Κάτων"
卡托因波利比乌斯的缘故而受到西庇阿为阿开亚流亡者所作的请求。 当时元老院中展开了激烈的辩论,有人主张允许他们回国,有人则表示反对。
§35.6.2ὥσπερ οὐκ ἔχοντεσ" εἶπεν "ὃ πράττωμεν, καθήμεθα τὴν ἡμέραν ὅλην περὶ γεροντίων Γραικῶν ζητοῦντες, πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ τῶν ἐν Ἀχαΐᾳ νεκροφόρων ἐκκομισθῶσι.
卡托站起身来,说道: “仿佛我们无事可做一般,我们整天坐在这里争论几个希腊老头,究竟是该由我们这里的抬尸人送终,还是由阿开亚的抬尸人来送终。
§35.6.3"ψηφισθείσης δὲ τῆς καθόδου τοῖς ἀνδράσιν, ἡμέρας ὀλίγας οἱ περὶ τὸν Πολύβιον διαλιπόντες αὖθις ἐπεχείρουν εἰς τὴν σύγκλητον εἰσελθεῖν, ὅπως ἃς πρότερον εἶχον ἐν Ἀχαΐᾳ τιμὰς οἱ φυγάδες ἀναλάβοιεν, καὶ τοῦ Κάτωνος ἀπεπειρῶντο τῆς γνώμης.
” 在这些人的回国要求获得通过后,波利比乌斯一行人隔了几天,再次试图进入元老院,以便让流亡者们重新获得以前在阿开亚享有的荣誉,并以此试探卡托的意向。
§35.6.4ὁ δὲ μειδιάσας ἔφη τὸν Πολύβιον, ὥσπερ τὸν Ὀδυσσέα, βούλεσθαι πάλιν εἰς τὸ τοῦ Κύκλωπος σπήλαιον εἰσελθεῖν, τὸ πιλίον ἐκεῖ καὶ τὴν ζώνην ἐπιλελησμένον
卡托微笑着用比喻说,波利比乌斯就像奥德修斯一样,因为把帽子和皮带遗落在了那里,就想再次走入独眼巨人的洞穴。