Humanitext Reader

波利比奥斯 · 历史 §35.4.1-35.4.14

罗马青年的逃避兵役与小西庇阿的请缨

第 1261 段,共 1311 段 · 希腊语

内容简介

鉴于伊比利亚的惨烈战况及将军的怯懦,罗马青年中出现严重的逃避兵役现象;然而,年轻的西庇阿主动请缨前往伊比利亚,这扭转了青年的态度,使众人纷纷响应征兵。

§35.4.1ὅσῳ δὲ φιλοτιμότερον ἡ σύγκλητος διέκειτο πρὸς τὸν πόλεμον, τοσούτῳ σφίσι τὰ πράγματʼ ἀπέβαινε παραδοξότερα.
元老院对战争越是热切,事情对他们而言就越出乎意料。
§35.4.2τοῦ μὲν γὰρ Κοΐντου τοῦ τὸν πρότερον ἐνιαυτὸν στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ τῶν μετʼ αὐτοῦ στρατευσαμένων ἠγγελκότων εἰς τὴν Ῥώμην τήν τε συνέχειαν τῶν ἐκ παρατάξεως κινδύνων καὶ τὸ πλῆθος τῶν ἀπολωλότων καὶ τὴν ἀνδρείαν τῶν Κελτιβήρων, §35.4.3τοῦ δὲ Μαρκέλλου προφανῶς ἀποδειλιῶντος τὸν πόλεμον, ἐνέπεσέ τις πτοία τοῖς νέοις παράλογος, οἵαν οὐκ ἔφασαν οἱ πρεσβῦται γεγενημένην πρότερον.
因为去年前往伊比利亚担任将军的昆图斯以及与他一同服役的人们,向罗马报告了会战中持续不断的危险、阵亡者之多以及凯尔特伊比利亚人的英勇,加之马尔凯鲁斯显然对战争心存畏惧,年轻人中间便产生了一种极其反常的恐慌,年长者们说以前从未发生过这样的事。
§35.4.4εἰς γὰρ τοῦτο προύβη τὰ τῆς ἀποδειλιάσεως ὥστε μήτε χιλιάρχους προπορεύεσθαι πρὸς τὴν ἀρχὴν τοὺς ἱκανούς, ἀλλʼ ἐλλείπειν τὰς χώρας, τὸ πρότερον εἰθισμένων πολλαπλασιόνων προπορεύεσθαι τῶν καθηκόντων, §35.4.5μήτε τοὺς εἰσφερομένους ὑπὸ τῶν ὑπάτων πρεσβευτὰς ὑπακούειν, οὓς ἔδει πορεύεσθαι μετὰ τοῦ στρατηγοῦ, §35.4.6τὸ δὲ μέγιστον, τοὺς νέους διακλίνειν τὰς καταγραφὰς καὶ τοιαύτας πορίζεσθαι προφάσεις ἃς λέγειν μὲν αἰσχρὸν ἦν, ἐξετάζειν δʼ ἀπρεπές, ἐπιτέμνειν δʼ ἀδύνατον.
实际上,这种怯懦已经达到了如此地步,以至于有能力的军行官们既不愿前往就职,反而让职位空缺(尽管以前习惯有数倍于规定人数的人自愿前往),执政官们所提名的使节们也不服从,而他们本应随同将军一同前往,最严重的是,年轻人们规避征兵,并想出种种借口,这些借口说起来令人羞耻,调查起来不合体统,要驳倒它们却又不可能。
§35.4.7τέλος δὲ καὶ τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐν ἀμηχανίαις ὄντων τί τὸ πέρας ἔσται τῆς τῶν νέων ἀναισχυντίας — τούτῳ γὰρ ἠναγκάζοντο χρῆσθαι τῷ ῥήματι διὰ τὰ συμβαίνοντα — Πόπλιος Κορνήλιος [Ἀφρικανός], §35.4.8νέος μὲν ὤν, δοκῶν δὲ σύμβουλος γεγονέναι τοῦ πολέμου, τὴν ἐπὶ καλοκἀγαθίᾳ καὶ σωφροσύνῃ δόξαν ὁμολογουμένην πεποιημένος, §35.4.9τῆς δʼ ἐπʼ ἀνδρείᾳ φήμης προσδεόμενος, θεωρῶν τὴν σύγκλητον ἀπορουμένην, ἀναστὰς εἶπεν εἴτε χιλίαρχον εἴτε πρεσβευτὴν πέμπειν αὐτὸν εἰς τὴν Ἰβηρίαν μετὰ τῶν ὑπάτων ἐξεῖναι· πρὸς ἀμφότερα γὰρ ἑτοίμως ἔχειν.
最终,连元老院和执政官们也对年轻人们无耻行为的终点将是什么而束手无策——由于所发生的事态,他们不得不使用这个词——普布利乌斯·科尔内利乌斯[阿非利加努斯],他虽年轻,却被视为这场战争的倡议者,并在高尚与克己方面树立了公认的名望,但他还渴望获得勇敢的声誉,见元老院陷入困境,便站起来说,无论是作为军行官还是作为使节,允许将他与执政官们一同派往伊比利亚;因为对于这两者,他都做好了准备。
§35.4.10καίτοι γʼ ἔφη κατʼ ἰδίαν μὲν αὑτῷ τὴν εἰς Μακεδονίαν ἔξοδον ἅμα μὲν ἀσφαλεστέραν ἅμα δʼ οἰκειοτέραν §35.4.11εἶναι· συνέβαινε γὰρ τότε τοὺς Μακεδόνας ἐπʼ ὀνόματος καλεῖν τὸν Σκιπίωνα διαλύσοντα τὰς ἐν αὐτοῖς στάσεις·
尽管如此,他说,就他个人而言,前往马其顿的远征既更安全,也更合适;因为当时马其顿人正名指姓地邀请西庇阿,以便调解他们内部的纷争。
§35.4.12ἀλλὰ τοὺς τῆς πατρίδος καιροὺς ἔφη κατεπείγειν μᾶλλον καὶ καλεῖν εἰς τὴν Ἰβηρίαν τοὺς ἀληθινῶς φιλοδοξοῦντας.
但他说,祖国的危机更为紧迫,正在召唤那些真正追求名誉的人前往伊比利亚。
§35.4.13πᾶσιν δὲ παραδόξου φανείσης τῆς ἐπαγγελίας καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν ἄλλην εὐλάβειαν, παραυτίκα μὲν εὐθέως συνέβη μεγάλην ἀποδοχὴν γενέσθαι τοῦ Σκιπίωνος, ἔτι δὲ μᾶλλον ταῖς ἑξῆς ἡμέραις·
由于他的年轻以及其他人的过分谨慎,这一提议对所有人来说都显得出人意料,当时立刻引起了对西庇阿极大的赞许,而在接下来的日子里更是如此。
§35.4.14οἱ γὰρ πρότερον ἀποδειλιῶντες, ἐκτρεπόμενοι τὸν ἐκ παραθέσεως ἔλεγχον, οἱ μὲν πρεσβεύσειν ἐθελοντὴν ἐπηγγέλλοντο τοῖς στρατηγοῖς, οἱ δὲ πρὸς τὰς στρατιωτικὰς καταγραφὰς προσεπορεύοντο κατὰ συστρέμματα καὶ συνηθείας. —
因为那些先前怯懦的人为了避免因对比而受到的耻辱,一些人向将军们自愿申请担任使节,另一些人则成群结队、呼朋引伴地前往兵役登记处。

词汇与语法注释

  1. 35.4.2τοῦ μὲν γὰρ Κοΐντου... τοῦ δὲ Μαρκέλλου... ἀποδειλιῶντος — “τοῦ μὲν Κοΐντου... ἠγγελκότων” 与 “τοῦ δὲ Μαρκέλλου... ἀποδειλιῶντος” 均为属格独立结构,表示主句中恐慌(τις πτοία)产生的原因。前者的复数分词 “ἠγγελκότων” 修饰由 “Κοΐντου” 和 “τῶν μετʼ αὐτοῦ στρατευσαμένων” 构成的复数概念;后者的 “ἀποδειλιῶντος” 则与单数属格的 “Μαρκέλλου” 一致。
  2. 35.4.4ὥστε μήτε χιλιάρχους προπορεύεσθαι... μήτε τοὺς... πρεσβευτὰς ὑπακούειν — 这是由表示结果的连词 “ὥστε” 引导的带对格不定式结构,说明了 “怯懦/退缩”(προύβη)所达到的程度。结果是:有能力的军行官们不愿前往就职(“μήτε χιλιάρχους προπορεύεσθαι”),且被提名的使节们也拒不服从(“μήτε τοὺς πρεσβευτὰς ὑπακούειν”)。
  3. 35.4.9εἶπεν εἴτε χιλίαρχον εἴτε πρεσβευτὴν πέμπειν αὐτὸν... ἐξεῖναι — 这是动词 “εἶπεν” 之后引导的间接引语结构。此处使用了非人称动词 “ἔξεστι”(允许/可以)的不定式 “ἐξεῖναι”,其逻辑主语为对格的 “αὐτόν”(指西庇阿本人),而充当补语的 “χιλίαρχον” 与 “πρεσβευτήν” 也采用对格形式与之保持一致。
  4. 35.4.14ἐκτρεπόμενοι τὸν ἐκ παραθέσεως ἔλεγχον — 名词 “ἔλεγχος” 意为“指责、揭露或羞耻”,“ἐκ παραθέσεως” 意为“通过对比”(字面意为并列放置)。整句意为他们试图避免因与勇敢的西庇阿进行对比而暴露自身的怯懦并遭受耻辱。

引用这一段

波利比奥斯, 历史 §35.4.1-35.4.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:35.4.1-35.4.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。