§35.2.1ὅτι ἐπειδὴ οἱ Κελτίβηρες ἀνοχὰς ποιησάμενοι πρὸς Μάρκον Κλαύδιον τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξαπέστειλαν τὰς πρεσβείας εἰς τὴν Ῥώμην, οὗτοι μὲν τὴν ἡσυχίαν ἦγον, καραδοκοῦντες τὴν ἀπόφασιν τῆς συγκλήτου,
当凯尔特伊比利亚人与罗马人的将军马尔库斯·克劳狄达成停战并向罗马派遣使节时,他们保持着平静,期待着元老院的决定。
§35.2.2Μάρκος δὲ στρατεύσας εἰς τοὺς Λυσιτανοὺς καὶ τὴν Νερκόβρικα πόλιν κατὰ κράτος ἑλὼν ἐν Κορδύβᾳ τὴν παραχειμασίαν ἐποιεῖτο.
而马尔库斯则向卢西塔尼亚人发动远征,并强攻夺取了纳科布里卡城,在科尔多瓦安设冬营。
§35.2.3τῶν δὲ πρέσβεων εἰς τὴν Ῥώμην παραγενομένων, τοὺς μὲν παρὰ τῶν Βελλῶν καὶ Τίττων, ὅσοι τὰ Ῥωμαίων ᾑροῦντο, παρεδέξαντο πάντας εἰς τὴν πόλιν, §35.2.4τοὺς δὲ παρὰ τῶν Ἀραυακῶν πέραν τοῦ Τιβέρεως ἐκέλευσαν κατασκηνοῦν διὰ τὸ πολεμίους ὑπάρχειν, ἕως βουλεύσωνται περὶ τῶν ὅλων.
当使节们抵达罗马时,他们把贝利人和蒂蒂人中凡是拥护罗马人一方的使节全部迎入城内,但对于阿劳亚基人的使节,因其为敌对状态,便命令他们驻扎在台伯河对岸,直到他们对全局事务做出商议。
§35.2.5γενομένου δὲ καιροῦ πρὸς ἔντευξιν, κατὰ πόλιν ὁ στρατηγὸς εἰσῆγε τοὺς συμμάχους.
当接见的机会来到时,城内的行政官便引进了同盟者。
§35.2.6οἱ δὲ καίπερ ὄντες βάρβαροι διετίθεντο λόγους καὶ πάσας ἐξευκρινεῖν ἐπειρῶντο τὰς διαφοράς, §35.2.7ὑποδεικνύντες ὡς, εἰ μὴ συσταλήσονται καὶ τεύξονται τῆς ἁρμοζούσης κολάσεως οἱ πεπολεμηκότες, παραυτίκα μέν, ἐπανελθόντων τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐκ τῆς Ἰβηρίας, ἐκ χειρὸς προσεπιθήσουσι τὴν δίκην αὐτοῖς. §35.2.8ὡς προδόταις γεγονόσι, ταχὺ δὲ πάλιν αὐτοὶ κινήσουσι πραγμάτων ἀρχήν, ἐὰν ἀνεπιτίμητοι διαφύγωσιν ἐκ τῆς πρώτης ἁμαρτίας, ἑτοίμους δὲ πάντας πρὸς καινοτομίαν ποιήσουσι τοὺς κατὰ τὴν Ἰβηρίαν, ὡς ἱκανοὶ γεγονότες ἀντίπαλοι Ῥωμαίοις.
他们虽然是蛮族,却发表了条理清晰的演说,并竭力澄清所有的争端,指出如果发动战争的人不受到遏制、不获得应有的惩罚,那么在罗马军团撤离伊比利亚之后,他们马上就会亲手向他们施加报复,理由是他们成了叛徒;而且,如果他们因第一次犯错而免受惩罚地逃脱,他们自己很快就会再次挑起事端,并使整个伊比利亚的居民都准备好进行反叛,因为他们已证明自己足以成为罗马人的对手。
§35.2.9διόπερ ἠξίουν ἢ μένειν τὰ στρατόπεδα κατὰ τὴν Ἰβηρίαν καὶ διαβαίνειν καθʼ ἕκαστον ἔτος ὕπατον ἐφεδρεύσοντα τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀραυακῶν ἀδικίας, §35.2.10ἢ βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγματιστέον εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν, ἵνα μηδεὶς ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις.
因此,他们请求要么罗马军团留在伊比利亚,并且每年派执政官渡海来监护同盟者并惩罚阿劳亚基人的不义行径,要么,如果他们想撤回军队,就必须对前述人员的叛乱给予惩戒性惩罚,使此后没有人再敢做出类似的事情。
§35.2.11οἱ μὲν οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν.
于是,与罗马人结盟的贝利人和蒂蒂人便发表了这些及与此相似的论说。
§35.2.12ἐπὶ δὲ τούτοις εἰσῆγον τοὺς παρὰ τῶν πολεμίων.
在此之后,他们引进了敌方的使节。
§35.2.13οἱ δʼ Ἀραυάκαι παρελθόντες κατὰ μὲν τὴν ὑπόκρισιν ἐχρῶντο τοῖς λόγοις ὑποπεπτωκότως καὶ ταπεινῶς, τῇ γε μὴν προαιρέσει [ὡς] διέφαινον οὐκ εἰκούσῃ τοῖς ὅλοις οὐδʼ ἡττωμένῃ.
阿劳亚基人走上前来,在表面态度上使用了顺从和卑微的言辞,但在真实意图上,却显露出绝不屈服于大局也未被击败的气度。
§35.2.14καὶ γὰρ τὰ τῆς τύχης ἄδηλα πολλάκις ὑπεδείκνυον καὶ τὰς προγεγενημένας μάχας ἀμφιδηρίτους ποιοῦντες ἐν πάσαις ἔμφασιν ἀπέλειπον ὡς ἐπικυδεστέρων αὐτῶν γεγονότων.
因为他们屡次指出命运的不可预测,并将过去的战斗描绘为胜负未分的,在所有战斗中都留下了他们更胜一筹的印象。
§35.2.15τέλος δʼ ἦν τῶν λόγων· εἰ μέν τι δεῖ ῥητὸν πρόστιμον ὑπομένειν τῆς ἀγνοίας, ἀναδέχεσθαι τοῦτʼ ἔφασαν, τελεσθέντος δὲ τοῦ προστάγματος ἐπανάγειν ἠξίουν ἐπὶ τὰς κατὰ Τεβέριον ὁμολογίας αὐτοῖς γενομένας πρὸς τὴν σύγκλητον.
他们演说的结尾是:如果他们必须因自己的愚昧而承受某种法定的罚金,他们表示愿意接受,但在这一指令履行之后,他们请求恢复到在提贝里乌斯时期他们与元老院达成的协议。