Humanitext Reader

波利比奥斯 · 历史 §34.4.1-34.4.8

荷马史诗的构成与奥德修斯的航程

第 1247 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯将荷马史诗定义为历史、布局与神话的结合,主张诗人的描述并非纯属虚构而具有历史核心。他进而对奥德修斯的漂流距离进行了合理的计算,并对其避开海峡的行为做出了解释。

§34.4.1εἰ δέ τινα μὴ συμφωνεῖ, μεταβολὰς αἰτιᾶσθαι δεῖν ἢ ἄγνοιαν ἢ καὶ ποιητικὴν ἐξουσίαν, ἣ συνέστηκεν ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου.
他说,如果有什么不一致的地方,应当归咎于事物的变化、无知,或者是归咎于由历史、布局和神话所构成的诗学特权。
§34.4.2τῆς μὲν οὖν ἱστορίας ἀλήθειαν εἶναι τέλος, ὡς ἐν Νεῶν καταλόγῳ τὰ ἑκάστοις τόποις συμβεβηκότα λέγοντος τοῦ ποιητοῦ, τὴν μὲν πετρήεσσαν, τὴν δὲ ἐσχατόωσαν πόλιν, ἄλλην δὲ πολυτρήρωνα, τὴν δʼ ἀγχίαλον· §34.4.3τῆς δὲ διαθέσεως ἐνέργειαν εἶναι τὸ τέλος, ὡς ὅταν μαχομένους εἰσάγῃ, μύθου δὲ ἡδονὴν καὶ ἔκπληξιν.
因此,历史的目的在于真实,正如诗人在《船名表》中讲述各地的特征时,称一处为“多石的”,另一处为“边陲的”城市,另一处为“多鸽的”,又一处为“临海的”;而布局的目的在于生动感,正如他引入人们交战时的情形;至于神话的目的,则是快乐与惊奇。
§34.4.4τὸ δὲ πάντα πλάττειν οὐ πιθανὸν οὐδʼ Ὁμηρικόν· τὴν γὰρ ἐκείνου ποίησιν φιλοσόφημα πάντας νομίζειν, οὐχ ὡς Ἐρατοσθένης φησί, κελεύων μὴ κρίνειν πρὸς τὴν διάνοιαν τὰ ποιήματα μηδʼ ἱστορίαν ἀπʼ αὐτῶν ζητεῖν.
然而,将一切都视为虚构既不可信,也不是荷马的风范;因为所有人均认为他的诗作是一项哲学研究,而不是像埃拉托斯特尼所说的那样——他命令人们不要根据思想去评判诗作,也不要从中寻找历史。
§34.4.5πιθανώτερόν τε τὸ ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν ἐν βραχεῖ διαστήματι δέχεσθαι — οἱ γὰρ ὀλοοὶ οὐκ εὐθύδρομοι — ἢ ἐξωκεανίζειν, ὡς ἂν οὐρίων πνεόντων συνεχῶς.
此外,将“从那里起九日我被毁灭性的风带走”这一诗句理解为在很短的距离内进行——因为毁灭性的风并不是直吹的——要比将他赶到大洋之外、仿佛顺风持续吹拂那样,更为可信。
§34.4.6συνθεὶς δὲ τὸ διάστημα τὸ ἐκ Μαλεῶν ἐπὶ στήλας σταδίων δισμυρίων καὶ δισχιλίων πεντακοσίων, εἰ, φησί, τοῦτο θείημεν ἐν ταῖς ἐννέα ἡμέραις διηνύσθαι ἰσοταχῶς, ἑκάστης ἂν ἡμέρας ὁ πλοῦς συμβαίνοι σταδίων δισχιλίων πεντακοσίων.
如果我们将从马勒阿到柱石的距离算作两万二千五百斯塔德,他说,假设这距离是在九天内以等速走完的,那么每天的航程将达到两千五百斯塔德。
§34.4.7τίς οὖν ἱστόρηκεν ἐκ Λυκίας ἢ Ῥόδου δευτεραῖόν τινα ἀφιγμένον εἰς Ἀλεξάνδρειαν, ὄντος τοῦ διαστήματος σταδίων τετρακισχιλίων;
那么,有谁曾记载过,在距离为四千斯塔德的情况下,有人在第二天就从吕基亚或罗得岛抵达了亚历山大里亚?
§34.4.8πρὸς δὲ τοὺς ἐπιζητοῦντας πῶς τρὶς εἰς Σικελίαν ἐλθὼν οὐδʼ ἅπαξ διὰ τοῦ πορθμοῦ πέπλευκεν Ὀδυσσεύς, ἀπολογεῖται διότι καὶ οἱ ὕστερον ἔφευγον ἅπαντες τὸν πλοῦν τοῦτον.
对于那些追问奥德修斯为何三次前往西西里却连一次也没有航经该海峡的人,他辩解说,因为后来的所有人也都避开这条航线。
τοιαῦτα μὲν εἴρηκεν.
他所说的就是这些。

词汇与语法注释

  1. 34.4.1μεταβολὰς αἰτιᾶσθαι δεῖν — 宾格加不定式从句。它依赖于前文引入间接引语的说话动词或暗含的 `φησί`。无人称动词 `δεῖν`(“必须”)的逻辑主语为泛指的“人们”。对格名词(`μεταβολὰς` 等)作 `αἰτιᾶσθαι` 的直接宾语。
  2. 34.4.2λέγοντος τοῦ ποιητοῦ — 属格绝对分词结构。由比较连词 `ὡς`(“正如”)引导,用以提出一个具体且具证明性的例证(荷马对城市的描绘),以支持前文关于“历史的目的在于真实”的论断。
  3. 34.4.4τὴν γὰρ ἐκείνου ποίησιν φιλοσόφημα πάντας νομίζειν — 间接引语中的不定式从句。`πάντας`(所有人)作其逻辑主语(对格),`τὴν ἐκείνου ποίησιν`(他的诗作)是直接宾语,而 `φιλοσόφημα`(哲学研究)则作宾语补足语(谓语性对格)。
  4. 34.4.5ὡς ἂν οὐρίων πνεόντων συνεχῶς — 带有 `ὡς ἄν` 的属格绝对分词结构,修饰主句不定式 `ἐξωκεανίζειν`。它表达了一种虚拟或相反事实的假设(“如同顺风持续吹拂那样”)。
  5. 34.4.6εἰ ... θείημεν ... ἑκάστης ἂν ἡμέρας ὁ πλοῦς συμβαίνοι — 由条件从句中的希求语气(`θείημεν`)和主句中的 `ἄν` 加希求语气(`ἂν ... συμβαίνοι`)构成的可能性条件句,用以提出一个假设性的数学计算。
  6. 34.4.7δευτεραῖόν τινα ἀφιγμένον — 形容词 `δευτεραῖος` 作谓语性修饰以限定分词 `ἀφιγμένον`,在语义上起到时间副词的作用(“在第二天抵达”),这是希腊语中表示时间天数的形容词的典型用法。

引用这一段

波利比奥斯, 历史 §34.4.1-34.4.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:34.4.1-34.4.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。