§34.3.1ταῦτα δʼ εἰπὼν διηγεῖται τῶν γαλεωτῶν θήραν, ἣ συνίσταται περὶ τὸ Σκύλλαιον.
说完这些之后,他叙述了在斯库莱翁周围进行的捕捞剑鱼的活动。
§34.3.2σκοπὸς γὰρ ἐφέστηκε κοινὸς ὑφορμοῦσιν ἐν δικώποις σκαφιδίοις πολλοῖς, δύο καθʼ ἕκαστον σκαφίδιον.
因为,许多两桨小船在近岸停泊待机,每只小船上有两人,而高处立着一位共同的瞭望员。
§34.3.3καὶ ὁ μὲν ἐλαύνει, ὁ δʼ ἐπὶ τῆς πρῴρας ἕστηκε δόρυ ἔχων, σημήναντος τοῦ σκοποῦ τὴν ἐπιφάνειαν τοῦ γαλεώτου· φέρεται δὲ τὸ τρίτον μέρος ἔξαλον τὸ ζῷον.
其中一人划桨,另一人拿着矛站在船头,一旦瞭望员示意剑鱼出现,这只动物游动时身体的三分之一会露出水面。
§34.3.4συνάψαντος δὲ τοῦ σκάφους ὁ μὲν ἔπληξεν ἐκ χειρός, εἶτʼ ἐξέσπασεν ἐκ τοῦ σώματος τὸ δόρυ χωρὶς τῆς ἐπιδορατίδος· §34.3.5ἀγκιστρώδης τε γάρ ἐστι καὶ χαλαρῶς ἐνήρμοσται τῷ δόρατι ἐπίτηδες, καλῴδιον δʼ ἔχει μακρὸν ἐξημμένον.
当船靠近时,此人近手刺去,然后从鱼体中拔出枪杆,而将矛尖留在其中;因为矛尖带有倒钩,且有意松松地套在枪杆上,并系有一根长细绳。
τοῦτʼ ἐπιχαλῶσι τῷ τρωθέντι, τέως ἂν κάμῃ σφαδᾷζον καὶ ὑποφεῦγον· §34.3.6τότε δʼ ἕλκουσιν ἐπὶ τὴν γῆν ἢ εἰς τὸ σκάφος ἀναλαμβάνουσιν, ἐὰν μὴ μέγα ᾖ τελέως τὸ σῶμα.
他们把这根绳子放给受伤的鱼,直到它在挣扎和逃跑中筋疲力尽;随后他们将其拖上岸,或者如果它的身体不是太大,就把它捞进船里。
§34.3.7κἂν ἐκπέσῃ δὲ εἰς τὴν θάλατταν τὸ δόρυ, οὐκ ἀπόλωλεν· ἔστι γὰρ πηκτὸν ἔκ τε δρυὸς καὶ ἐλάτης, ὥστε βαπτιζομένου τοῦ δρυΐνου βάρει μετέωρον εἶναι τὸ λοιπὸν καὶ εὐανάληπτον.
即使枪杆掉入海中,也不会丢失;因为它是用橡木和冷杉拼接而成的,所以当橡木部分因重量沉入水中时,其余部分则浮在水面上,易于收回。
§34.3.8συμβαίνειν δέ ποτε καὶ τιτρώσκεσθαι διὰ τοῦ σκαφιδίου τὸν κωπηλάτην διὰ τὸ μέγεθος τοῦ ξίφους τῶν γαλεωτῶν καὶ τὸ τὴν ἀκμὴν τοῦ ζῴου συαγρώδη εἶναι καὶ τὴν θήραν. ἔκ τε δὴ τῶν τοιούτων εἰκάζοι τις ἄν,
他还说,由于剑鱼的剑口巨大,且该动物极其凶猛如野猪,捕猎过程亦是如此,有时甚至划桨人也会隔着小船被刺伤。
§34.3.9φησί, περὶ Σικελίαν γενέσθαι τὴν πλάνην κατὰ τὸν Ὅμηρον, ὅτι τῇ Σκύλλῃ προσῆψε τὴν τοιαύτην θήραν, ἣ μάλιστʼ ἐπιχώριός ἐστι τῷ Σκυλλαίῳ, §34.3.10καὶ ἐκ τῶν περὶ τῆς Χαρύβδεως λεγομένων ὁμοίων τοῖς τοῦ πορθμοῦ πάθεσι.
因此,正是从这些事情中,人们可以推测出,他说,按照荷马的说法,漂泊发生在西西里周围,因为他将这种捕捞活动归于斯库拉,而这在斯库莱翁是最具地方特色的,并且从关于卡律布狄斯的说法中也可以推断,这些说法与海峡的实际现象相似。
§34.3.11τὸ δὲ
τρὶς μὲν γάρ τʼ ἀνίησιν ἀντὶ τοῦ δὶς γραφικὸν εἶναι ἁμάρτημα ἢ ἱστορικόν.
至于那句“因为一天她喷出三次”,用“三次”代替“两次”,不是抄写错误就是史实错误。
§34.3.12καὶ τὰ ἐν τῇ Μήνιγγι δὲ τοῖς περὶ τῶν Λωτοφάγων εἰρημένοις συμφωνεῖν.
此外,关于梅宁克斯岛的情况也与关于食莲者叙述相一致。