Humanitext Reader

波利比奥斯 · 历史 §34.2.1-34.2.16

荷马史诗中的地理与历史真实性

第 1245 段,共 1311 段 · 希腊语

内容简介

斯特拉波引用波利比乌斯的观点,论证荷马所描述的奥德修斯漂泊及埃俄罗斯神话并非凭空伪造,而是以西西里周边的实际地理形势、自然现象和历史事实为依据的。

§34.2.1ἐκ μηδενὸς δὲ ἀληθοῦς ἀνάπτειν κενὴν τερατολογίαν οὐχ Ὁμηρικόν.
毫无真实依据地编造空洞的神怪故事,并非荷马的作风。
§34.2.2προσπίπτει γάρ, ὡς εἰκός, ὡς πιθανώτερον ἂν οὕτω τις ψεύδοιτο, εἰ καταμίσγοι τι καὶ αὐτῶν τῶν ἀληθινῶν· §34.2.3ὅπερ καὶ Πολύβιός φησι περὶ τῆς Ὀδυσσέως πλάνης ἐπιχειρῶν.
因为,正如理所当然的那样,人们会想到,如果将一些真实的成分掺杂进去,人就能以这种方式撒谎得更加令人信服;这也正是波利比乌斯在着手论述奥德修斯的漂泊时所说的。
§34.2.4καὶ Πολύβιος δʼ ὀρθῶς ὑπονοεῖ τὰ περὶ τῆς πλάνης.
—— 而波利比乌斯对漂泊这件事的推测也是正确的。
§34.2.5τὸν γὰρ Αἴολον τὸν προσημαίνοντα τοὺς ἔκπλους ἐν τοῖς κατὰ τὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι καὶ δυσέκπλοις διὰ τὰς παλιρροίας ταμίαν τε εἰρῆσθαι τῶν ἀνέμων καὶ βασιλέα νενομίσθαι φησί, §34.2.6καθάπερ Δαναὸν μὲν τὰ ὑδρεῖα τὰ ἐν Ἄργει παραδείξαντα, Ἀτρέα δὲ τοῦ ἡλίου τὸν ὑπεναντίον τῷ οὐρανῷ δρόμον, μάντεις τε καὶ ἱεροσκοπουμένους ἀποδείκνυσθαι βασιλέας· §34.2.7τούς θʼ ἱερέας τῶν Αἰγυπτίων καὶ Χαλδαίους καὶ Μάγους σοφίᾳ τινὶ διαφέροντας τῶν ἄλλων ἡγεμονίας καὶ τιμῆς τυγχάνειν παρὰ τοῖς πρὸ ἡμῶν.
因为他指出,在海峡附近的地区,由于潮汐的倒流,水流双向奔涌且难以出航,而在该地区预示航行时机的埃俄罗斯,因此被称为风的掌管者并被视为国王;正如在阿耳戈斯展示了储水设施的达哀俄斯,以及展示了太阳在天空中逆向运行的阿特柔斯,还有预言家和视察祭牲者,都被立为国王一样;他还说,埃及的祭司、迦勒底人和波斯僧侣,因在某种智慧上优于常人,而在我们的前辈中获得了统治权和荣誉。
§34.2.8οὕτω δὲ καὶ τῶν θεῶν ἕνα ἕκαστον τῶν χρησίμων τινὸς εὑρετὴν γενόμενον τιμᾶσθαι.
同样,诸神中的每一位也因为成为了某种有益之物的发明者而受到崇拜。
§34.2.9ταῦτα δὲ προοικονομησάμενος οὐκ ἐᾷ τὸν Αἴολον ἐν μύθου σχήματι ἀκούεσθαι, οὐδʼ ὅλην τὴν Ὀδυσσέως πλάνην, ἀλλὰ μικρὰ μὲν προσμεμυθεῦσθαι, καθάπερ καὶ τῷ Ἰλιακῷ πολέμῳ, §34.2.10τὸ δʼ ὅλον περὶ Σικελίαν καὶ τῷ ποιητῇ πεποιῆσθαι καὶ τοῖς ἄλλοις συγγραφεῦσιν, ὅσοι τἀπιχώρια λέγουσι τὰ περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν.
在作了这些铺垫之后,他不允许人们将埃俄罗斯以及奥德修斯的整个漂泊仅仅视为神话形式,而是认为,就像特洛伊战争一样,只是在细节上添加了神话色彩,但整体而言,无论对这位诗人还是对其他叙述意大利和西西里本地传说的作家来说,这一漂泊都是以西西里周边为背景而创作的。
§34.2.11οὐκ ἐπαινεῖ δὲ οὐδὲ τὴν τοιαύτην τοῦ Ἐρατοσθένους ἀπόφασιν, διότι φησὶ τότʼ ἂν εὑρεῖν τινα ποῦ Ὀδυσσεὺς πεπλάνηται, ὅταν εὕρῃ τὸν σκυτέα τὸν συρράψαντα τὸν τῶν ἀνέμων ἀσκόν.
他也不赞成埃拉托斯特尼的如下言论,即后者声称,只有当有人找到缝合风之皮囊的皮匠时,才能找到奥德修斯漂泊的地方。
§34.2.12καὶ τοῦτο δʼ οἰκείως εἰρῆσθαι τοῖς συμβαίνουσι περὶ τὸ Σκύλλαιον καὶ τὴν θήραν τῶν γαλεωτῶν, τὸ ἐπὶ τῆς Σκύλλης, αὐτοῦ δʼ ἰχθυάᾳ, §34.2.13σκόπελον περιμαιμώωσα, δελφῖνάς τε κύνας τε καὶ εἴ ποθι μεῖζον ἕλῃσι κῆτος.
并且他说,关于斯库拉的这一诗句也是契合斯库莱翁岬角附近发生的情况以及对剑鱼的捕猎而说的:“她就在那里捕鱼,在岩石周围疯狂搜寻,海豚和海狗,以及她可能捕获的任何更大的海兽。
§34.2.14τοὺς γὰρ θύννους ἀγεληδὸν φερομένους παρὰ τὴν Ἰταλίαν, ἐπειδὰν ἐκπέσωσι καὶ κωλυθῶσι τῆς Σικελίας ἅψασθαι, περιπίπτειν τοῖς μείζοσι τῶν ζῴων, οἷον δελφίνων καὶ κυνῶν καὶ ἄλλων κητωδῶν, §34.2.15ἐκ δὲ τῆς θήρας αὐτῶν πιαίνεσθαι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας λέγεσθαι καὶ κύνας φησί.
” 因为成群沿着意大利海岸游动的金枪鱼,当它们被冲开并被阻挡而无法到达西西里时,就会遭遇更大的动物,例如海豚、海狗以及其他海兽;而由于对这些鱼的捕食,剑鱼变得肥美,他说这些剑鱼也被称为剑鱼和海狗。
§34.2.16συμβαίνειν γὰρ ταὐτὸν ἐνθάδε καὶ κατὰ τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τῶν ἄλλων ὑδάτων, ὅπερ ἐπὶ πυρὸς καὶ ὕλης ἐμπιπραμένης· ἁθροιζόμενα γὰρ τὰ θηρία φεύγειν τὸ πῦρ ἢ τὸ ὕδωρ καὶ βορὰν γίνεσθαι τοῖς κρείττοσι.
因为他指出,这里发生的情况与尼罗河及其他水源泛滥时、或者与火灾及森林燃烧时发生的情况相同;因为野兽们聚集在一起,逃避火灾或水灾,从而成为了更强者口中的食物。

词汇与语法注释

  1. 34.2.2προσπίπτει — 此处作单部非人称动词使用,意为“(想法)浮现、产生”,其后引导的 `ὡς` 从句(“……这一点是理所当然会想到的”)在实质上充当主语。`ὡς εἰκός` 为插入语,意为“正如理所当然的那样”。
  2. 34.2.5ταμίαν τε εἰρῆσθαι τῶν ἀνέμων — 该结构是由主动词 `φησί`(波利比乌斯说)所引导的“带对格的不定式”(A.c.I.)句式。其中 `τὸν Αἴολον` 为主语对格,`ταμίαν` 为宾语补足语(述语对格),`εἰρῆσθαι` 为被动语态完成时不定式,并与后面的 `καὶ βασιλέα νενομίσθαι` 并列。
  3. 34.2.6ἀποδείκνυσθαι — 该不定式位于表示类比的 `καθάπερ`(正如……一样)引导的从句中,同样隶属于 `φησί` 所引导的间接引语。它以 `Δαναὸν`、`Ἀτρέα` 及 `μάντεις τε καὶ ἱεροσκοπουμένους` 为主语对格,动词使用中动/被动语态的 `ἀποδείκνυμι`,意为“被任命、被立为(国王)”。
  4. 34.2.11τότʼ ἂν εὑρεῖν τινα — 间接引语中条件句(混合型条件句)的结论句(主句)。其直接引语形式本为“`ὅταν εὕρῃ`(条件从句:虚拟语气)+ `ἂν εὕροι τις`(结论主句:`ἄν`+祈愿语气,表示潜在可能)”,由于受主句动词 `φησί`(埃拉托斯特尼说)的支配,其结论主句的动词转变为不定式 `εὑρεῖν`,但仍保留了表示潜在可能的助词 `ἄν`。
  5. 34.2.12αὐτοῦ δʼ ἰχθυάᾳ — 引自荷马《奥德赛》第12卷第251行。`αὐτοῦ` 是表示地点的副词,意为“在彼处、就在那里”。`ἰχθυάᾳ` 是合音动词 `ἰχθυάω`(捕鱼)的单数第三人称现在时直陈语气(带有史诗特有的元音舒张变形)。

引用这一段

波利比奥斯, 历史 §34.2.1-34.2.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:34.2.1-34.2.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。