Humanitext Reader

波利比奥斯 · 历史 §34.1.1-34.1.18

地理学方法与赤道居住论及六气候带学说

第 1244 段,共 1311 段 · 希腊语

内容简介

本节讨论了波利比乌斯的地理学方法及其《论赤道下的居住地》中的气候带说。他主张赤道地区比回归线边缘更为温和,并提出了独特的六带划分论。

§34.1.1οἱ δʼ ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, §34.1.2καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος. —
而在通史的撰写中,将各大陆的地理形势单独予以阐述的人,正如埃福罗斯和波利比乌斯所做的那样。
§34.1.3Πολύβιος φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν Εὔδοξον, κάλλιστα δʼ Ἔφορον ἐξηγεῖσθαι περὶ κτίσεων, §34.1.4συγγενειῶν, μεταναστάσεων, ἀρχηγετῶν, ἡμεῖς δέ, φησί, τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως τόπων καὶ διαστημάτων· §34.1.5τοῦτο γάρ ἐστιν οἰκειότατον χωρογραφίᾳ.
—— 波利比乌斯曾说,关于希腊事务,尤多克索斯阐释得很好,而埃福罗斯在关于建城、亲族关系、迁徙、始祖等方面阐释得最为出色,但他又说:“而我们,则将阐明现存的事实,以及关于地理位置和距离的情况;” “因为这对于区域地理学来说是最切合不过的。
§34.1.6ἀλλὰ μὴν σύγε, ὦ Πολύβιε, ὁ τὰς λαοδογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς Ἑλληνικοῖς καὶ διδοῖς εὐθύνας τὰς μὲν Ποσειδωνίῳ, τὰς δʼ Ἀρτεμιδώρῳ, τὰς δʼ ἄλλοις πλείοσι. —
” 然而,波利比乌斯啊,正是你,不仅在希腊境外,而且在希腊境内,也引入了关于距离的世俗传言,并且在某些方面不得不接受波塞多尼乌斯的审判,在另一些方面接受阿尔特米多鲁斯的审判,还有些方面接受其他许多人的审判。
§34.1.7Πολύβιος οὖν ὁ ἱστοριογράφος πεπραγμάτευται βιβλίον, ὃ ἐπιγραφὴν ἔχει "περὶ τῆς ὑπὸ τὸν ἰσημερινὸν οἰκήσεωσ".
—— 于是,历史学家波利比乌斯撰写了一部名为《论赤道下的居住地》的著作。
αὕτη δέ ἐστιν ἐν μέσῃ τῇ διακεκαυμένῃ ζώνῃ.
该地区正处于酷热带的中央。
§34.1.8καί φησιν οἰκεῖσθαι τοὺς τόπους καὶ εὐκρατοτέραν ἔχειν τὴν οἴκησιν τῶν περὶ τὰ πέρατα τῆς διακεκαυμένης ζώνης κατοικούντων.
他说这些地方是有人居住的,而且其居住环境比居住在酷热带边缘的人们更为温和。
καὶ ἃ μὲν ἱστορίας φέρει τῶν κατωπτευκότων τὰς οἰκήσεις καὶ ἐπιμαρτυρούντων τοῖς φαινομένοις, ἃ δὲ ἐπιλογίζεται ἐπὶ τῆς φυσικῆς περὶ τὸν ἥλιον ὑπαρχούσης κινήσεως.
他一方面引述了那些实地勘察过这些居住地并对所见现象提供见证的人的历史记录,另一方面则根据太阳固有的自然运行规律进行推论。
§34.1.9ὁ γὰρ ἥλιος περὶ μὲν τοὺς τροπικοὺς κύκλους πολὺν ἐπιμένει χρόνον κατά τε τὴν πρόσοδον τὴν πρὸς αὐτοὺς καὶ τὴν ἀποχώρησιν, ὥστε σχεδὸν ἐφʼ ἡμέρας τετταράκοντα μένει πρὸς αἴσθησιν ἐπὶ τῶν τροπικῶν κύκλων.
因为太阳在回归线附近,无论是在接近它们还是在离开它们时,都要停留很长时间,以至于在人的感觉中,太阳在回归线附近停留了将近四十天。
§34.1.10[διʼ ἣν αἰτίαν καὶ τὰ μεγέθη τῶν ἡμερῶν σχεδὸν ἐφʼ ἡμέρας μ# τὰ αὐτὰ διαμένει.
[由于这个原因,白昼的长度在将近四十天里也几乎保持不变。
] ὅθεν ἐπιμονῆς γινομένης πρὸς τὰς οἰκήσεις τὰς κειμένας ὑπὸ τοὺς τροπικοὺς ἀνάγκη ἐκπυροῦσθαι τὴν οἴκησιν καὶ ἀοίκητον γίνεσθαι διὰ τὴν τοῦ καύματος ὑπερβολήν.
]因此,由于太阳在位于回归线之下的居住地上空停留,该居住地必然被烤焦,并因极度的炎热而变得无法居住。
§34.1.11ἀπὸ δὲ τοῦ ἰσημερινοῦ κύκλου ταχείας συμβαίνει τὰς ἀποχωρήσεις γίνεσθαι.
但在赤道上,太阳离开得很快。
[ὅθεν καὶ τὰ μεγέθη τῶν ἡμερῶν περὶ τὰς ἰσημερίας μεγάλας λαμβάνει τὰς παραυξήσεις.
[因此,在昼夜平分点附近,白昼长度的增减幅度也很大。
] εὔλογον οὖν καὶ τὰς ὑπὸ τὸν ἰσημερινὸν κειμένας οἰκήσεις εὐκρατοτέρας ὑπάρχειν, ἐπιμονῆς μὲν οὐ γινομένης ἐπὶ τοῦ κατὰ κορυφὴν σημείου, ταχέως δὲ ἀποχωροῦντος τοῦ ἡλίου.
]所以,既然太阳在头顶上空没有停留,而是迅速离开,那么位于赤道之下的居住地更为温和,也就是合情合理的了。
§34.1.12πάντες γὰρ οἱ μεταξὺ τῶν τροπικῶν κύκλων οἰκοῦντες παρὰ τὴν πάροδον ὁμοίως κεῖνται τοῦ ἡλίου· πλείονας δὲ χρόνους ἐπιμένει τοῖς περὶ τοὺς τροπικοὺς οἰκοῦσι.
因为居住在回归线之间的所有人,就太阳的通过而言,所处的位置是相似的;但对于居住在回归线附近的人,太阳停留的时间更长。
§34.1.13διʼ ἣν αἰτίαν εὐκρατοτέρας εἶναι συμβέβηκε τὰς ὑπὸ τὸν ἰσημερινὸν οἰκήσεις, αἵτινες κεῖνται ἐν μέσῃ τῇ διακεκαυμένῃ ζώνῃ, τῶν περὶ τὰ πέρατα τῆς διακεκαυμένης οἰκήσεων, αἵτινες ὑπὸ τοὺς τροπικοὺς κύκλους κεῖνται.
由于这个原因,位于酷热带正中央的赤道下的居住地,比起位于回归线之下、处于酷热带边缘的居住地,环境反而更为温和。
— Πολύβιος δὲ ποιεῖ ζώνας ἕξ, §34.1.14δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑποπιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν καὶ δύο τὰς μεταξὺ τούτων καὶ τοῦ ἰσημερινοῦ.
——另一方面,波利比乌斯划分了六个温带,两个位于极圈之下,两个处于极圈与回归线之间,还有两个处于回归线与赤道之间。
— ὁ δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ, §34.1.15τὸ ποιεῖν τινας ζώνας τοῖς ἀρκτικοῖς διοριζομένας, δύο μὲν τὰς ὑποπιπτούσας αὐτοῖς, δύο δὲ τὰς μεταξὺ τούτων καὶ τῶν τροπικῶν.
—— 然而,波利比乌斯这样做并不妥当,即确立了由极圈界定的带,使其中两个位于极圈之下,两个位于极圈与回归线之间。
— εἰ δʼ, §34.1.16ὥσπερ Ἐρατοσθένης φησίν, ἡ ὑποπίπτουσα τῷ ἰσημερινῷ ἐστιν εὔκρατος, καθάπερ καὶ Πολύβιος ὁμοδοξεῖ — προστίθησι δʼ οὗτος καὶ διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων — πολὺ κρεῖττον τρίτην εὔκρατον ταύτην ποιεῖν στενήν τινα, ἢ τὰς ὑπὸ τοῖς τροπικοῖς εἰσάγειν.
—— 但是,如果像埃拉托斯特尼所说,赤道之下的区域是温和的,而且波利比乌斯也同意这一点——此外,波利比乌斯还补充说,该地区地势极高,因此,在信风时期,由于大量的北方云雾撞击到那里高耸的山峦上,从而导致雨水充沛——那么,将这一狭长的区域作为第三个温带,就要比引入回归线之下的区域好得多。
— ἐνίσταται δʼ ὁ Ποσειδώνιος τῷ Πολυβίῳ, §34.1.17διότι φησὶ τὴν ὑπὸ τῷ ἰσημερινῷ οἴκησιν ὑψηλοτάτην. —
—— 而波塞多尼乌斯则对波利比乌斯提出了异议,因为波利比乌斯称赤道之下的居住地是地势极高的。
§34.1.18περὶ δὲ τοῦ ἀριθμοῦ αὐτῶν πολλὴ διαφωνία τοῖς μετʼ αὐτὸν γέγονεν· οἱ μὲν γὰρ ἓξ αὐτὰς εἶπον, ὡς Πολύβιος καὶ Ποσειδώνιος, τὴν διακεκαυμένην εἰς δύο διαιροῦντες.
—— 但在他们之后的人们中,关于这些温带的数量存在着巨大的分歧:有些人说它们有六个,例如波利比乌斯和波塞多尼乌斯,他们将酷热带一分为二。

词汇与语法注释

  1. 34.1.1χωρὶς ἀποδείξαντες — 该句中缺少限定主动词,构成了一处破格(Anacoluthon),即句法结构在中途发生改变而未完结。
  2. 34.1.6διδοῖς εὐθύνας — 源自雅典公职人员离任时接受审计(euthynai)的法律术语,在此比喻为“对批评承担答辩或解释责任”。
  3. 34.1.8ἃ μὲν ... ἃ δὲ — 中性复数宾格关系代词,分别充当及物动词 `φέρει`(引入)和 `ἐπιλογίζεται`(推论)的直接宾语,起到将论点分为“一方面事宜……另一方面事宜……”的对比作用。
  4. 34.1.10μ# — 抄本受损或缺失的标记。根据上下文,它与前文出现的 `τετταράκοντα`(四十)相呼应,应理解为表示数字40的希腊字母 `μ'`。
  5. 34.1.16πολὺ κρεῖττον — 以无人称表达 `κρεῖττον [ἐστί]`(……更好)为主导的句式,其主语为后面的不定式短语 `ποιεῖν...`,而 `πολύ` 作为副词修饰比较级,表示“得多”。

引用这一段

波利比奥斯, 历史 §34.1.1-34.1.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:34.1.1-34.1.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。