Humanitext Reader

波利比奥斯 · 历史 §33.12.1-33.12.9

罗马与普鲁西亚斯断交并支持阿塔罗斯

第 1234 段,共 1311 段 · 希腊语

内容简介

正当阿塔罗斯在亚洲整军备战之际,十位罗马使节抵达,因普鲁西亚斯拒绝元老院的要求而宣布与其断交。随后,使节们指示阿塔罗斯守卫国土,并在周边地区展开外交活动以孤立普鲁西亚斯并争取对阿塔罗斯的支持。

§33.12.1ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ἔτι κατὰ χειμῶνα συνήθροιζε μεγάλας δυνάμεις, ἅτε καὶ τῶν περὶ τὸν Ἀριαράθην καὶ τὸν Μιθριδάτην ἐξαπεσταλκότων αὐτῷ στρατιὰν ἱππέων καὶ πεζῶν κατὰ τὴν συμμαχίαν, ὧν ἡγεῖτο Δημήτριος Ἀριαράθου.
在亚洲,阿塔罗斯早在冬季就在集结大军,因为阿里亚拉特斯和米特里达特斯的一方也已按照同盟协定派遣骑兵和步兵军队协助他,这支军队由阿里亚拉特斯之子德米特里乌斯率领。
ὄντος δὲ περὶ ταύτας αὐτοῦ τὰς κατασκευάς, §33.12.2ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα πρέσβεις, οἳ καὶ συμμίξαντες αὐτῷ περὶ Κάδους καὶ κοινολογηθέντες περὶ τῶν πραγμάτων ὥρμησαν πρὸς τὸν Προυσίαν.
正当他忙于这些筹备工作时,十位使节从罗马抵达,他们在卡多伊附近与他会合,商讨了局势之后,便向普鲁西亚斯那里出发。
§33.12.3ἐπειδὴ δὲ συνέμιξαν, διεσάφουν αὐτῷ τὰ παρὰ τῆς συγκλήτου μετὰ πολλῆς ἀνατάσεως.
当他们与普鲁西亚斯会面时,便以极为严厉的态度向他传达了元老院的旨意。
§33.12.4ὁ δὲ Προυσίας ἔνια μὲν τῶν προσταττομένων προσεδέχετο, τοῖς δὲ πλείστοις ἀντέλεγε.
普鲁西亚斯接受了部分要求,但对大部分要求表示反对。
§33.12.5διόπερ οἱ Ῥωμαῖοι προσκόψαντες αὐτῷ τήν τε φιλίαν ἀπείπαντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλλάττοντο πάλιν ὡς τὸν Ἄτταλον.
因此,罗马人对他感到愤慨,宣布废除与他的友好同盟关系,并立即全部离开该地,重新回到阿塔罗斯那里。
§33.12.6ὁ δὲ Προυσίας μετανοήσας μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ δʼ οὐδὲν ἤνυεν, ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν.
普鲁西亚斯感到后悔,在后面追随了他们一段距离并苦苦哀求,但见毫无效果,便转身离开,陷入了束手无策的境地。
§33.12.7οἱ δὲ Ῥωμαῖοι τὸν μὲν Ἄτταλον ἐκέλευον προκαθίσαντα τῆς αὑτοῦ χώρας μετὰ δυνάμεως αὐτὸν μὲν μὴ κατάρχειν τοῦ πολέμου, ταῖς δὲ πόλεσι ταῖς αὑτοῦ καὶ ταῖς κώμαις τὴν ἀσφάλειαν παρασκευάζειν·
罗马人则命令阿塔罗斯率军防守自己的领土,自己不要挑起战争,但要确保自己的城镇和村庄的安全。
§33.12.8αὐτοὶ δὲ μερίσαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον κατὰ σπουδὴν ἀπαγγελοῦντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν τοῦ Προυσίου, τινὲς δʼ ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν, ἕτεροι δʼ ἐφʼ Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον τόπων, μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες, §33.12.9ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν κατὰ δύναμιν. —
他们自己则分头行动,有的人急忙乘船回去向元老院报告普鲁西亚斯的违抗,有的人前往伊奥尼亚,还有的人前往赫勒斯滂和拜占庭一带,所有人都怀着同一个目的:那就是劝说人们脱离与普鲁西亚斯的友好同盟关系,转而向阿塔罗斯表示好感,并尽力协助他。

词汇与语法注释

  1. 33.12.1ἅτε καὶ τῶν περὶ τὸν Ἀριαράθην ... ἐξαπεσταλκότων — 连词 ἅτε 与属格独立分词(genitive absolute)结合,表示基于客观事实的原因(“因为……”、“既然……”)。该独立分词结构的主语(τῶν περὶ τὸν Ἀριαράθην 等)与主句主语(Ἄτταλος)不同。
  2. 33.12.7προκαθίσαντα ... μὴ κατάρχειν — 不定过去时分词 προκαθίσαντα(“驻扎/部署后”)呈宾格,与作为动词 ἐκέλευον(“命令”)宾语的宾格 Ἄτταλον 一致。它与随后的不定式 μὴ κατάρχειν(“不要开始”)及 παρασκευάζειν(“去准备/确保”)一同构成了宾格加不定式结构(accusative with infinitive),用以表达命令的内容。
  3. 33.12.9ἀποκαλεῖν ... προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν — 这些不定式(ἀποκαλεῖν、προσνέμειν、συμμαχεῖν)作为同位(或解释性)不定式,用以具体说明前一节(§33.12.8)中名词 πρόθεσιν(“目的”、“意图”)的内容。

引用这一段

波利比奥斯, 历史 §33.12.1-33.12.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:33.12.1-33.12.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。