§33.10.1ὁ δὲ Κόιντος συναθροίσας τὰς δυνάμεις εἰς τὴν τῶν Πλακεντίνων πόλιν καὶ ποιησάμενος τὴν πορείαν διὰ τῶν Ἀπεννίνων ὀρῶν ἧκεν εἰς τοὺς Ὀξυβίους.
昆图斯在普拉肯提亚人的城市集结了军队,越过亚平宁山脉行军,抵达了奥克西比人的领地。
§33.10.2στρατοπεδεύσας δὲ παρὰ τὸν Ἄπρωνα ποταμὸν ἀνεδέχετο τοὺς πολεμίους, πυνθανόμενος αὐτοὺς ἁθροίζεσθαι καὶ προθύμους εἶναι πρὸς τὸ διακινδυνεύειν.
他在阿普龙河畔安营扎寨,等待敌军,因听说他们正在集结且渴望决一死战。
§33.10.3καὶ προσαγαγὼν τὴν στρατιὰν ὁ Κόιντος πρὸς τὴν Αἴγιτναν, ἐν ᾗ συνέβη τοὺς πρεσβευτὰς παρασπονδηθῆναι, τὴν πόλιν κατὰ κράτος ἑλὼν ἐξηνδραποδίσατο καὶ τοὺς ἀρχηγοὺς τῆς ὕβρεως ἀπέστειλε δεσμίους εἰς τὴν Ῥώμην.
昆图斯率军前往埃吉特纳,即先前使节们违背协定受到袭击的地方;他力克该城,奴役了当地居民,并将这起暴行的首脑们戴上枷锁押送至罗马。
§33.10.4καὶ ταῦτα διαπραξάμενος ἀπήντα τοῖς πολεμίοις.
完成这些事务后,他便前去迎击敌军。
§33.10.5οἱ δʼ Ὀξύβιοι νομίζοντες ἀπαραίτητον αὑτοῖς εἶναι τὴν εἰς τοὺς πρεσβευτὰς ἁμαρτίαν, παραλόγῳ τινὶ χρησάμενοι θυμῷ καὶ λαβόντες ὁρμὴν παραστατικήν, πρὶν ἢ τοὺς Δεκιήτας αὐτοῖς συμμῖξαι, περὶ τετρακισχιλίους ἁθροισθέντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους.
此时,奥克西比人认为他们对使节犯下的罪行是无可挽回的,出于某种不理智的愤怒并怀着拼死一搏的冲动,在德基埃塔人与他们会合之前,集结了约四千人,向敌军发起了猛攻。
§33.10.6ὁ δὲ Κόιντος ἰδὼν τὴν ἔφοδον καὶ τὸ θράσος τῶν βαρβάρων τὴν μὲν ἀπόνοιαν αὐτῶν κατεπλάγη, θεωρῶν δὲ μηδενὶ λόγῳ ταύτῃ χρωμένους τοὺς ἐχθροὺς εὐθαρσὴς ἦν, ἅτε τριβὴν ἐν πράγμασιν ἔχων καὶ τῇ φύσει διαφερόντως ἀγχίνους ὑπάρχων.
昆图斯见此攻势和蛮族的无畏,虽对他们的疯狂感到震惊,但见敌人毫无条理地理性应对,便信心倍增,因为他富有实际经验,且天生极其机敏。
§33.10.7διόπερ ἐξαγαγὼν τὴν αὑτοῦ στρατιὰν καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς ᾔει βάδην ἐπὶ τοὺς πολεμίους.
于是,他率领自己的军队,进行了切合时局的动员,随后齐步向敌人推进。
§33.10.8χρησάμενος δὲ συντόνῳ προσβολῇ ταχέως ἐνίκησε τοὺς ἀντιταξαμένους καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτροπάδην.
凭借猛烈的攻势,他迅速击败了列阵迎战之敌,斩杀多人,并迫使余众仓皇逃窜。
§33.10.9οἱ δὲ Δεκιῆται συνηθροισμένοι παρῆσαν, ὡς μεθέξοντες τοῖς Ὀξυβίοις τῶν αὐτῶν κινδύνων· §33.10.10ὑστερήσαντες δὲ τῆς μάχης τούς τε φεύγοντας ἐξεδέξαντο καὶ μετʼ ὀλίγον συνέβαλον τοῖς Ῥωμαίοις μετὰ μεγάλης ὁρμῆς καὶ προθυμίας.
德基埃塔人已集结完毕并赶到现场,意图与奥克西比人共担同样的危险;但由于在战斗中迟到,他们接纳了逃兵,不久后便以极大的气势和热忱与罗马人交火。
§33.10.11ἡττηθέντες δὲ τῇ μάχῃ παραυτίκα πάντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν.
然而,他们在战斗中被击败,随即全体向罗马人委身投降,并将城市托付于罗马人的信义。
§33.10.12ὁ δὲ Κόιντος κύριος γενόμενος τούτων τῶν ἐθνῶν παραυτίκα μὲν τῆς χώρας ὅσην ἐνεδέχετο προσέθηκε τοῖς Μασσαλιήταις, εἰς δὲ τὸ μέλλον ὅμηρα τοὺς Λιγυστίνους ἠνάγκασε διδόναι κατά τινας τακτοὺς χρόνους τοῖς Μασσαλιήταις· §33.10.13αὐτὸς δὲ παροπλίσας τοὺς ἀντιταξαμένους καὶ διελὼν τὴν δύναμιν ἐπὶ τὰς πόλεις αὐτοῦ τὴν παραχειμασίαν ἐποιήσατο.
昆图斯控制了这些部族后,立即将其中在可能范围内的最大部分领土割让给马萨利亚人,并强迫利古里亚人今后每隔固定的时间向马萨利亚人提供人质;他自己则解除了抵抗者的武装,将军队分散驻扎在当地的各个城市,并在那里度冬。
§33.10.14καὶ ταῦτα μὲν ὀξεῖαν ἔλαβε καὶ τὴν ἀρχὴν καὶ τὴν συντέλειαν. —
如此,这些事务的开始与结束都极其迅速。