Humanitext Reader

波利比奥斯 · 历史 §32.6.1-32.6.9

卡洛普斯赴罗马与元老院的答复

第 1213 段,共 1311 段 · 希腊语

内容简介

卡洛普斯陷害并将伊庇鲁斯的富人判处死刑,随后前往罗马寻求对其行为的认可,却遭到罗马显贵的冷遇,元老院也仅给予模糊的答复。他隐瞒了这一结果,并虚报称罗马人赞同他的所作所为。

§32.6.1ἐπειδὴ δὲ πάντας καὶ πάσας ἐξηργυρίσαντο κατὰ τὸ δυνατόν, εἰσῆγον εἰς τὸν δῆμον οὐδὲν ἧττον ἅπαντας τοὺς προγεγραμμένους.
然而,在他们尽可能地从所有男女身上榨取钱财之后,却依然将所有被公示的人带到了公民大会面前。
§32.6.2οἱ δὲ πολλοὶ τῶν ἐν τῇ Φοινίκῃ τὰ μὲν διὰ τὸν φόβον, τὰ δὲ καὶ δελεαζόμενοι διὰ τῶν περὶ τὸν Χάροπα κατέκριναν οὐ φυγῆς ἀλλὰ θανάτου πάντας τοὺς προσαγγελθέντας ὡς ἀλλότρια φρονοῦντας Ῥωμαίων.
而福尼刻的大多数人,一方面由于恐惧,另一方面也受到卡洛普斯周围众人的蛊惑,将所有被控告的人判处死刑而非流放,理由是他们对罗马人怀有敌意。
§32.6.3οὗτοι μὲν οὖν πάντες ἔφυγον, ὁ δὲ Χάροψ ὥρμησεν εἰς τὴν Ῥώμην, ἔχων χρήματα καὶ τοὺς περὶ τὸν Μύρτωνα μεθʼ αὑτοῦ, βουλόμενος ἐπισφραγίσασθαι διὰ τῆς συγκλήτου τὴν αὑτοῦ παρανομίαν.
于是这些人全部流亡了,而卡洛普斯则携带资金,带着米尔顿周围的人一同赶往罗马,企图通过元老院来使自己的不法行为得到确立。
§32.6.4ἐν ᾧ καιρῷ κάλλιστον μὲν ἐγένετο δεῖγμα τῆς Ῥωμαίων αἱρέσεως, κάλλιστον δὲ θέαμα πᾶσι τοῖς Ἕλλησι τοῖς παρεπιδήμοις, μάλιστα δὲ τοῖς ἀνακεκλημένοις·
正是在这个时候,展示了罗马人立场的极佳范例,对所有旅居在那里的希腊人,特别是那些被召还的人来说,也是一幅极其美好的画面。
§32.6.5ὅ τε γὰρ Μάρκος, ἀρχιερεὺς ὢν καὶ πρῶτος τῆς συγκλήτου γραφόμενος, ὅ τε Λεύκιος ὁ τὸν Περσέα νικήσας, μεγίστην ἔχων πίστιν καὶ δύναμιν, πυνθανόμενοι τὰ πεπραγμένα τῷ Χάροπι κατὰ τὴν Ἤπειρον ἐκώλυσαν εἰς τὰς οἰκίας αὑτῶν εἰσιέναι τὸν Χάροπα.
因为身为大祭司且被列为元老院首席的马尔库斯,以及击败了珀尔修斯、拥有极大信义与权力的卢基乌斯,一听说卡洛普斯在伊庇鲁斯的所作所为,便禁止卡洛普斯进入他们的住宅。
§32.6.6οὗ γενομένου περιβοήτου πάντες ἐγενήθησαν οἱ παρεπιδημοῦντες περιχαρεῖς, ἀποδεχόμενοι τὸ μισοπόνηρον τῶν Ῥωμαίων.
此事传开后,所有旅居的人都欣喜若狂,对罗马人憎恶邪恶的态度表示赞赏。
§32.6.7μετὰ δὲ ταῦτα τοῦ Χάροπος εἰσελθόντος εἰς τὴν σύγκλητον, οὐ συγκατέθετο τοῖς ἀξιουμένοις οὐδʼ ἐβουλήθη δοῦναι ῥητὴν ἀπόκρισιν, §32.6.8ἀλλὰ τοῖς ἀποστελλομένοις πρεσβευταῖς ἔφη δώσειν ἐντολὰς ἐπισκέψασθαι περὶ τῶν γεγονότων.
此后,当卡洛普斯进入元老院时,元老院并未同意他的要求,也不愿给予明确的答复,而只是说,将向派出的使节下达命令,对所发生的事情进行调查。
§32.6.9ὁ δὲ Χάροψ ἀναχωρήσας ταύτην μὲν τὴν ἀπόκρισιν ἀπεσιώπησε, γράψας δὲ πρὸς τὴν ἰδίαν ὑπόθεσιν ἁρμόζουσαν ἀπήγγειλεν ὡς συνευδοκούντων Ῥωμαίων τοῖς ὑπʼ αὐτοῦ πραττομένοις.
但卡洛普斯离开后,对这一答复闭口不提,反而编造了一封符合自己企图的信件,宣称罗马人对他所做的事表示赞同。

词汇与语法注释

  1. §32.6.2οὐ φυγῆς ἀλλὰ θανάτου — 名词 `φυγῆς` 和 `θανάτου` 为属格,用作表示司法判决动词 `κατέκριναν` 的惩罚属格(genitive of penalty),表明他们被判处的是死刑而非流放。
  2. §32.6.5τὰ πεπραγμένα τῷ Χάροπι — `τῷ Χάροπι` 为与格,是伴随完成时被动分词 `πεπραγμένα` 的“施事者与格”(dative of agent),表明这些行为是“由卡洛普斯”所犯下的。
  3. §32.6.7οὐ συγκατέθετο — 主句第三人称单数动词 `συγκατέθετο` 的主语并未显式给出,但在逻辑上由前述属格独立结构 `τοῦ Χάροπος εἰσελθόντος εἰς τὴν σύγκλητον` 中的名词 `σύγκλητον` 补充为“元老院”(ἡ σύγκλητος)。
  4. §32.6.9ὡς συνευδοκούντων Ῥωμαίων — 虚词 `ὡς` 附于属格独立结构 `συνευδοκούντων Ῥωμαίων` 之前,表示主观的主张或虚假的托词(“仿佛罗马人赞同一般”),而非客观事实。

引用这一段

波利比奥斯, 历史 §32.6.1-32.6.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:32.6.1-32.6.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。