§31.26.1πρώτη μὲν γὰρ αὐτῷ μετήλλαξε τὸν βίον ἡ τοῦ κατὰ θέσιν πατρὸς μήτηρ, ἥτις ἦν ἀδελφὴ μὲν τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου, γυνὴ δὲ τοῦ κατὰ θέσιν πάππου Σκιπίωνος τοῦ μεγάλου προσαγορευθέντος.
因为首先,他的养父的母亲去世了,她 suspicion 是他生父卢基乌斯的姐姐,也是被称为“伟大”的养祖父西庇阿的妻子。
§31.26.2ταύτης ἀπολιπούσης οὐσίαν μεγάλην κληρονόμος ὢν πρῶτον ἐν τούτοις ἔμελλε πεῖραν δώσειν τῆς ἑαυτοῦ προαιρέσεως.
由于她留下了巨大的遗产,作为继承人,他在这件事上首次得以展现自己志操的证明。
§31.26.3συνέβαινε δὲ τὴν Αἰμιλίαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ προειρημένῃ γυναικί, μεγαλομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος·
顺便提一下,埃米莉亚——这是上述女性的名字——在妇女们的公开出行中习惯于备有奢华的排场,因为她曾与西庇阿共享生活与财富而繁荣。
§31.26.4χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸς τὴν θυσίαν, ποτὲ μὲν ἀργυρᾶ, ποτὲ δὲ χρυσᾶ, πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους αὐτῇ, §31.26.5τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις.
因为除了她个人的妆饰和马车的装饰之外,祭祀用的篮子、杯子以及其他祭祀器具,有些是银制的,有些是金制,在她华丽出行时,所有这些都随行于她,并且随行的女仆和侍从的人数也与这些排场相称。
§31.26.6ταύτην δὴ τὴν περικοπὴν ἅπασαν εὐθέως μετὰ τὸν τῆς Αἰμιλίας τάφον ἐδωρήσατο τῇ μητρί, ᾗ συνέβαινε κεχωρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη χρόνοις πολλοῖς, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν τῆς κατὰ τὴν εὐγένειαν φαντασίας.
西庇阿在埃米莉亚的葬礼之后,随即将这整套华丽的排场赠送给了他的母亲。 他的母亲早在多年前就已与卢基乌斯分居,其生活资财并不足以维持与其高贵出身相称的体面。
§31.26.7διὸ τὸν πρὸ τοῦ χρόνον ἀνακεχωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων, τότε κατὰ τύχην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυσίας, ἐκπορευομένης αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περικοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς τοῖς ἄλλοις καὶ τῶν ὀρεοκόμων καὶ τοῦ ζεύγους καὶ τῆς ἀπήνης τῆς αὐτῆς ὑπαρχούσης, §31.26.8συνέβη τὰς γυναῖκας θεωμένας τὸ γεγονὸς ἐκπλήττεσθαι τὴν τοῦ Σκιπίωνος χρηστότητα καὶ μεγαλοψυχίαν καὶ πάσας προτεινούσας τὰς χεῖρας εὔχεσθαι τῷ προειρημένῳ πολλὰ κἀγαθά.
因此,虽然在此之前她一直避免公开的华丽出行,但当时恰逢一次盛大且全民参与的祭祀,当她使用埃米莉亚留下的排场和装备出门时,尤其是连骡夫、牲口和马车都完全和过去一样,目睹这一幕的妇女们对西庇阿的善良与慷慨大加赞赏,纷纷伸出手来,祈求他获得重重福祉。
§31.26.9τοῦτο δὲ πανταχῇ μὲν ἂν εἰκότως φαίνοιτο καλόν, ἐν δὲ Ῥώμῃ καὶ θαυμαστόν· ἁπλῶς γὰρ οὐδεὶς οὐδενὶ δίδωσι τῶν ἰδίων ὑπαρχόντων ἑκὼν οὐδέν.
这样的举动在任何地方自然都会被视为美德,但在罗马甚至显得令人惊异;因为在罗马,根本没有人会自愿将自己的任何财产赠予他人。
§31.26.10πρώτη μὲν οὖν αὕτη καταρχὴ τῆς ἐπὶ καλοκἀγαθίᾳ φήμης αὐτῷ συνεκύρησε καὶ μεγάλην ἐποίησε προκοπήν, ἅτε τοῦ τῶν γυναικῶν γένους καὶ λάλου καὶ κατακοροῦς ὄντος, ἐφʼ ὅ,τι ἂν ὁρμήσῃ.
于是,这便成了他高尚美德名声的最初端绪,并使他获得了极大的声誉,因为女性这一群体一旦对某事产生热忱,便既多言又极其热烈。