Humanitext Reader

波利比奥斯 · 历史 §31.28.1-31.28.13

西庇阿将遗产让予兄长与姐妹

第 1202 段,共 1311 段 · 希腊语

内容简介

在亲生父亲鲁基乌斯去世后,西庇阿将自己继承的全部财产让给哥哥法比乌斯,并资助了父亲追悼角斗会的一半费用。他还将母亲的遗产全部让给姐妹们,因其慷慨大方与节制自律而赢得了极高的名望。

§31.28.1μετὰ δʼ ἔτη δύο μεταλλάξαντος τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου καὶ καταλιπόντος κληρονόμους τῆς οὐσίας αὐτόν τε καὶ τὸν ἀδελφὸν Φάβιον, καλόν τι καὶ μνήμης ἄξιον ἐποίησεν.
两年后,当他的生父鲁基乌斯去世,并留下他和哥哥法比乌斯作为财产的继承人时,他做了一件美好且值得纪念的事。
§31.28.2ὁ γὰρ Λεύκιος ὑπάρχων ἄτεκνος διὰ τὸ τοὺς μὲν εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι, τοὺς δʼ ἄλλους υἱούς, οὓς ἔτρεφε διαδόχους [καὶ] τοῦ γένους, πάντας μετηλλαχέναι, τούτοις ἀπέλιπε τὴν οὐσίαν.
因为鲁基乌斯实际上处于无嗣状态——这是由于他的一部分儿子已被送养到其他家庭,而他所抚养作为家族继承人的其余儿子又全部夭折——所以他把遗产留给了这两个人。
§31.28.3ὁ δὲ Σκιπίων θεωρῶν αὑτοῦ τὸν ἀδελφὸν καταδεέστερον ὄντα τοῖς ὑπάρχουσιν ἐξεχώρησε πάντων τῶν ὑπαρχόντων, οὔσης τῆς ὅλης τιμήσεως ὑπὲρ ἑξήκοντα τάλαντα, διὰ τὸ μέλλειν οὕτως ἴσον ὑπάρχειν αὐτῷ κατὰ τὴν οὐσίαν τὸν Φάβιον.
但西庇阿看到他的哥哥在现有财产上较为匮乏,便将全部遗产让渡给他。 虽然这笔财产的总估值超过六十个塔兰同,但这是为了让法比乌斯在财产上能与他平等。
§31.28.4γενομένου δὲ τούτου περιβοήτου, προσέθηκεν ἕτερον τούτῳ δεῖγμα τῆς αὑτοῦ προαιρέσεως ἐμφανέστερον· §31.28.5βουλομένου γὰρ τἀδελφοῦ μονομαχίας ἐπὶ τῷ πατρὶ ποιεῖν, οὐ δυναμένου δὲ δέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων χρημάτων, καὶ ταύτης τὴν ἡμίσειαν εἰσήνεγκεν ὁ Σκιπίων ἐκ τῆς ἰδίας οὐσίας.
此事传开并引起轰动后,他又为此增添了另一个更能彰显其志向的证明:因为当他的哥哥想要为父亲举办一场追悼角斗会,但因花费巨大而无力承担费用时,西庇阿从自己的个人财产中为他支付了这笔费用的一半。
§31.28.6ἔστι δʼ οὐκ ἐλάττων ἡ σύμπασα τριάκοντα ταλάντων, ἐάν τις μεγαλομερῶς ποιῇ.
如果举办得慷慨大方,这笔总费用将不低于三十个塔兰同。
§31.28.7φήμης περὶ αὐτοῦ διαδιδομένης, μετήλλαξεν ἡ μήτηρ.
就在关于他的名声传播开来的时候,他的母亲去世了。
§31.28.8ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ κομίσασθαί τι ὧν πρότερον ἐδωρήσατο, περὶ ὧν ἀρτίως εἶπον, ὥστε καὶ ταῦτα καὶ τὴν λοιπὴν οὐσίαν τὴν τῆς μητρὸς ἅπασαν ἀπέδωκε ταῖς ἀδελφαῖς, ἧς οὐδὲν αὐταῖς προσῆκε κατὰ τοὺς νόμους.
但他不仅绝不收回之前赠送给她的任何东西(即我刚才提到的那些),反而把这些以及母亲所有的其余遗产全都送给了他的姐妹们,而根据法律,她们对这些财产本无任何权利。
§31.28.9διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν ἐν ταῖς ἐξόδοις κόσμον καὶ τὴν περίστασιν τὴν τῆς Αἰμιλίας, πάλιν ἐκαινοποιήθη τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ Σκιπίωνος προαιρέσεως.
因此,当姐妹们再次接管了用于公共出行的装饰品和埃米莉娅的仪仗车仗时,西庇阿那宽宏大量和热爱亲属的志向再次得到了全新的颂扬。
§31.28.10ταῦτα μὲν οὖν προκατεσκευασμένος ἐκ τῆς πρώτης ἡλικίας Πόπλιος Σκιπίων προῆλθε πρὸς τὸ φιλοδοξεῖν σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ.
普布利乌斯·西庇阿从年轻时起就做好了这些准备,进而开始凭借节制和美德来赢得名望。
§31.28.11εἰς ἣν ἴσως ἑξήκοντα τάλαντα δαπανήσας, τοσαῦτα γὰρ ἦν προειμένος τῶν ἰδίων, ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκἀγαθίᾳ φήμην, οὐχ οὕτω τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρισμῷ τῆς χάριτος.
为了这一目标,他或许花费了六十个塔兰同——因为他从自己的财产中放弃了这么多——从而赢得了公认的美德名声。 他达到这一目的,与其说是靠金钱的数量,不如说是靠赠送的时机和施予恩惠的方式。
§31.28.12τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε τὴν σωματικὴν ὑγίειαν καὶ τὴν εὐεξίαν,
至于节制,他没有花费一分钱就得到了它,而是通过克制许多各种各样的享乐,额外赢得了身体的健康和强健。
§31.28.13ἥτις αὐτῷ παρʼ ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοιβὰς ἀπέδωκεν ἀνθʼ ὧν πρότερον ἀπέσχετο τῶν προχείρων ἡδονῶν.
这种健康陪伴了他一生,作为对他先前克制眼前享乐的回报,带给他许多快乐和美好的回报。

词汇与语法注释

  1. §31.28.2διὰ τὸ τοὺς μὲν εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι — 由介词 διά 引导的中性单数带冠词不定式结构(διὰ τὸ ... ἐκδεδόσθαι ... μετηλλαχέναι),其中 τοὺς μὲν 和 τοὺς δʼ ἄλλους υἱούς 分别作为相应不定式的逻辑主语(宾格)。
  2. §31.28.8τοσοῦτον ἀπέσχε τοῦ κομίσασθαί τι ... ὥστε — 意为“他远未做某事,以至于反而……”的句式。动词 ἀπέχω 接属格不定式(τοῦ κομίσασθαι)表示“免于/不做某事”,表示程度的副词性宾格 τοσοῦτον 与后文的 ὥστε 引导的从句相呼应,表现出强烈的对比和否定。
  3. §31.28.11εἰς ἣν — 关系代词 ἣν(阴性单数宾格)的先行词是前一句(§31.28.10)末尾表示“美德/高尚”的 καλοκἀγαθίᾳ。它指明了紧随其后的分词 δαπανήσας(花费)的目的,意为“为了获得这一美德(或其名声)”。

引用这一段

波利比奥斯, 历史 §31.28.1-31.28.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.28.1-31.28.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。