§31.22.1ὅτι τὸ μέγιστον καὶ κάλλιστον σημεῖον τῆς Λευκίου Αἰμιλίου προαιρέσεως μεταλλάξαντος τὸν βίον ἐγένετο πᾶσιν ἔκδηλον·
卢基乌斯·埃米利乌斯去世时,他生前志向最伟大且最美丽的证据对所有人显露无遗。
§31.22.2οἷος γὰρ ὁ τρόπος ζῶντος [αὐτοῦ] ἐδοξάζετο, τοιοῦτος εὑρέθη τὸν βίον μεταλλάξαντος, ὃ μέγιστον εἴποι τις ἂν ὑπάρχειν τεκμήριον ἀρετῆς.
因为他在世时人们所称道的品格,在他去世后被证实确实如此,这可以说是美德的最大证明。
§31.22.3ὁ γὰρ πλεῖστον μὲν τῶν καθʼ αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν εἰς τὴν Ῥώμην μετενηνοχώς, μεγίστων δὲ θησαυρῶν κύριος γενόμενος ἐν Μακεδονίᾳ, πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας τοσοῦτον ἀπέλειπε τὸν ἴδιον βίον ὥστε §31.22.4μὴ δύνασθαι τὴν φερνὴν τῇ γυναικὶ διαλῦσαι πᾶσαν ἐκ τῶν ἐπίπλων, εἰ μὴ τῶν ἐγγείων τινὰς προσαπέδοντο κτήσεων.
毕竟,这位在同辈中从伊比利亚运送最多黄金到罗马、在马其顿掌控了最大财宝、并在上述事务中拥有最大权力的人,其留下的个人财产却如此之少,以至于若不售出部分地产,就无法仅凭动产全额退还妻子的嫁妆。
ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν.
关于这些细节,我已在先前的章节中详细叙述过。
§31.22.5ἐξ ὧν εἴποι τις ἂν καταλελύσθαι τὴν δόξαν τῶν θαυμαζομένων παρὰ τοῖς Ἕλλησι περὶ τοῦτο τὸ μέρος ἀνδρῶν·
由此看来,人们或许可以说,在这一方面备受希腊人赞赏的那些名士的声望已被掩盖。
§31.22.6εἰ γὰρ τὸ διδομένων χρημάτων ἐπὶ τῷ τοῦ διδόντος συμφέροντι, τούτων ἀπέχεσθαι θαυμαστόν ἐστιν, ὃ λέγεται γεγονέναι περί τε τὸν Ἀθηναῖον Ἀριστείδην καὶ περὶ τὸν Θηβαῖον Ἐπαμινώνδαν, §31.22.7τὸ κύριον γενόμενον αὐτὸν ἁπάσης τῆς βασιλείας καὶ λαβόντα τὴν ἐξουσίαν ὡς βούλεται χρήσασθαι, μηδενὸς ἐπιθυμῆσαι πόσῳ θαυμαστότερόν ἐστιν;
因为,如果是为了给者利益而提供钱财时,拒不接受它们是一件令人赞叹的事——正如据说雅典的阿里斯提德和底比斯的伊巴密浓达所做的那样—— 那么,在他掌控了整个王国并获得任意处置的权力后,却毫无贪欲,这该是多么令人赞叹得多啊?
§31.22.8εἰ δʼ ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει τισίν, ἐκεῖνο δεῖ λαμβάνειν ἐν νῷ, διότι σαφῶς ὁ γράφων ᾔδει μάλιστα Ῥωμαίους ἀναληψομένους εἰς τὰς χεῖρας τὰ βυβλία ταῦτα διὰ τὸ τὰς ἐπιφανεστάτας καὶ τὰς πλείστας αὐτῶν πράξεις ἐν τούτοις περιέχεσθαι· §31.22.9παρʼ οἷς οὔτʼ ἀγνοεῖσθαι ταῦτα δυνατὸν οὔτε συγγνώμης τεύξεσθαι τὸν ψευδολόγον εἰκός, §31.22.10διόπερ οὐδεὶς ἂν ἑκὼν εἰς πρόδηλον ἀπιστίαν καὶ καταφρόνησιν ἔδωκεν αὑτόν.
如果这一说法在某些人看来难以置信,他们应当记住:作者清楚地知道,罗马人最有可能亲手捧读这些书籍,因为他们最辉煌、最繁多的功绩都包含在其中;在他们中间,这些事情既不可能不被知晓,编造谎言者也不可能指望获得宽恕,因此,绝不会有人自愿让自己陷入显而易见的失信与蔑视之中。
§31.22.11καὶ τοῦτο μνημονευέσθω παρʼ ὅλην τὴν πραγματείαν ἡμῖν, ὅταν τι παράδοξον δοκῶμεν λέγειν περὶ Ῥωμαίων.
每当我们在叙述中显得对罗马人有些言过其实时,在我们的整个著作中都应当牢记这一点。