§31.21.1ὅτι κατὰ τὴν Λιβύην Μασαννάσας θεωρῶν τὸ πλῆθος τῶν πόλεων τῶν περὶ τὴν μικρὰν Σύρτιν ἐκτισμένων καὶ τὸ κάλλος τῆς χώρας, ἣν καλοῦσιν Ἐμπόρια, καὶ πάλαι τὸ πλῆθος τῶν προσόδων τῶν γινομένων ἐν τούτοις τοῖς τόποις ὀφθαλμιῶν, §31.21.2ἐπεβάλετο καταπειράζειν τῶν Καρχηδονίων οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν.
在利比亚,马萨尼萨看到小塞尔蒂斯周边建立的众多城市,以及被称为恩波里亚的这片土地的肥沃,并且早就对这些地方产生的大量收入垂涎三尺,于是他在离目前所讨论的时期不很久之前,企图对迦太基人进行试探。
τῆς μὲν οὖν χώρας ταχέως ἐγενήθη κύριος, §31.21.3ἅτε τῶν ὑπαίθρων κρατῶν διὰ τὸ τοὺς Καρχηδονίους αἰεὶ μὲν ἀλλοτρίους ὑπάρχειν τῆς ἐν τῇ γῇ χρείας, τότε δὲ καὶ τελέως ἐκτεθηλύνθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· §31.21.4τῶν δὲ πόλεων οὐκ ἠδυνήθη γενέσθαι κύριος διὰ τὸ τοὺς Καρχηδονίους ἐπιμελῶς τηρεῖν αὐτάς.
事实上,他很快便掌握了这片土地的控制权,因为他在野战中占了上风,由于迦太基人一直不习惯于陆上事务,且当时由于长期的和平而完全变得软弱无能;但他未能掌控这些城市,因为迦太基人非常严密地防守着它们。
§31.21.5ἀμφοτέρων δὲ ποιουμένων τὴν ἀναφορὰν ἐπὶ τὴν σύγκλητον ὑπὲρ τῶν ἀμφισβητουμένων, καὶ πρεσβευτῶν πολλάκις ἐληλυθότων διὰ ταῦτα παρʼ ἑκατέρων, §31.21.6αἰεὶ συνέβαινε τοὺς Καρχηδονίους ἐλαττοῦσθαι παρὰ τοῖς Ῥωμαίοις, οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ πεπεῖσθαι τοὺς κρίνοντας συμφέρειν σφίσι τὴν τοιαύτην γνώμην,
双方都将争端提交给元老院,并为此多次互派使节,然而在罗马人面前,迦太基人总是处于不利地位,这并非基于正义,而是因为裁判者们深信做出这样的判决对他们自己有利。
§31.21.7ἐπείτοι χρόνοις οὐ πολλοῖς ἀνώτερον αὐτὸς ὁ Μασαννάσας διώκων τὸν Ἀφθῆρα τὸν ἀποστάτην μετὰ στρατοπέδου δίοδον ᾐτήσατο τοὺς Καρχηδονίους διὰ ταύτης τῆς χώρας, οἱ δʼ οὐχ ὑπήκουσαν, ὡς οὐδὲν αὐτῷ προσηκούσης. οὐ
实际上,就在不久前,马萨尼萨本人在率军追击叛乱者阿夫特尔时,曾请求迦太基人允许他通过该地区,而他们没有答应,理由是这片土地与他毫无关系。
§31.21.8μὴν ἀλλὰ τέλος εἰς τοῦτο συνεκλείσθησαν οἱ Καρχηδόνιοι διὰ τῶν ἀποφάσεων κατὰ τοὺς νῦν λεγομένους καιροὺς ὥστε μὴ μόνον τὰς πόλεις καὶ τὴν χώραν ἀποβαλεῖν, ἀλλὰ καὶ πεντακόσια τάλαντα προσθεῖναι τῆς καρπείας τῶν χρόνων, ἐξ οὗ συνέβη γενέσθαι τὴν ἀμφισβήτησιν.
然而,迦太基人最终被目前提及的这些判决逼入绝境,以至于他们不仅失去了这些城市和土地,还必须为自争议发生以来的这段时间的土地收益追加支付五百塔兰同。