Humanitext Reader

波利比奥斯 · 历史 §31.13.1-31.13.14

德米特里的逃跑计划与波利比乌斯的告诫

第 1187 段,共 1311 段 · 希腊语

内容简介

德米特里具体筹备逃离罗马的计划,与同伴共谋安排经由阿纳格尼亚撤退。卧病在床的波利比乌斯担心德米特里因醉酒坏事,秘密送去一张写有格言的便条,劝诫他果敢行动并保持清醒。

§31.13.1ἐπειδὴ δὲ πάντʼ ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν τʼ ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθʼ αὑτόν, τὸν τροφέα προαπέστειλεν εἰς τὴν Συρίαν ὠτακουστήσοντα καὶ κατοπτεύσοντα τἀκεῖ συμβαίνοντα περὶ τοὺς ὄχλους.
当船长的一切准备工作就绪,德米特里也只需打点好自己的行装时,他便提前将他的养育人派遣到叙利亚,去暗中打探并监视那里的民众中发生的情况。
§31.13.2ὁ δὲ σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβολῆς· δυεῖν δʼ ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Μενεσθέως, τούτοις ἐκοινώσατο τὴν πρᾶξιν, ἄλλῳ δʼ οὐδενὶ τῶν μετʼ αὐτοῦ, καίτοι πλειόνων ὄντων.
他的同乳兄弟阿波罗尼奥斯从一开始就与他共同参与了这一计划;阿波罗尼奥斯有两个兄弟,即梅莱阿格罗斯和梅内斯修斯,他将此事告知了他们,但没有告诉随行人员中的其他任何人,尽管他们人数众多。
§31.13.3οὗτοι δʼ ἦσαν Ἀπολλωνίου κατὰ φύσιν υἱοί, τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον.
这些人是阿波罗尼奥斯(父)的亲生儿子。 这位父亲曾在塞琉古手下享有极大的权势,但在安条克继位时迁居到了米利都。
§31.13.4τῆς δὲ συνταχθείσης ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέ σθαι παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν ἔξοδον.
随着与船员约定的日子临近,有必要在一位朋友家里为他们的离开发起一次饯行。
§31.13.5παρὰ γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἷόν τʼ ἦν· εἴθιστο γὰρ ἐπιμελῶς καλεῖν ἅπαντας τοὺς περὶ αὐτὸν ὄντας.
因为在他自己家里举办晚餐是不可能的,他习惯于细心地邀请所有在他身边的人。
§31.13.6οἱ δὲ συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ οἴκου δειπνήσαντες ἐπὶ τὸ πλοῖον ἥξειν, ἔχοντες ἕνα παῖδα μεθʼ ἑαυτῶν ἕκαστος· τοὺς γὰρ λοιποὺς ἀπεστάλκεισαν εἰς Ἀναγνείας, κατὰ τὴν ἐπιοῦσαν αὐτοὶ παρεψόμενοι.
知情者们计划在家里吃完晚饭后前往船上,每人只带一个随从;因为他们已经把其余的仆人打发去了阿纳格尼亚,并计划在第二天亲自前去会合。
§31.13.7τὸν δὲ Πολύβιον συνέβαινεν κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατὰ κλίνην, εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλλου συνεχῶς αὐτῷ μεταδιδόντος αἰεὶ περὶ τῶν ὑποπιπτόντων.
此时,波利比乌斯恰好因病卧床,但他知道所发生的一切,因为梅尼卢斯不断地将随时发生的事情告诉他。
§31.13.8διόπερ ἀγωνιάσας ὁ προειρημένος μὴ τῆς συνηθείας ἑλκυσθείσης, ἅτε τοῦ Δημητρίου συμποτικοῦ φυσικῶς καὶ νεωτέρου τελέως ὑπάρχοντος, ἀπόρημά τι γένηται περὶ τὴν ἔξοδον διὰ τὴν μέθην, §31.13.9γράψας βραχὺ πιττάκιον καὶ σφραγισάμενος πέμπει παρʼ αὑτοῦ παῖδα συσκοτάζοντος ἄρτι τοῦ θεοῦ, συντάξας ἐκκαλεσάμενον τὸν οἰνοχόον τοῦ Δημητρίου δοῦναι τὸ πιττάκιον, μηδὲν εἰπόντα τίς ἢ παρὰ τίνος, καὶ κελεύειν ἀποδιδόναι τῷ Δημητρίῳ παραχρῆμα διαναγνῶναι.
因此,前述的波利比乌斯担心,如果宴会拖延下去,而德米特里天性好酒且十分年轻,会因醉酒而使逃亡之事发生变故,于是他写了一张简短的便条并封好,就在天刚黑下来的时候,从自己这里派了一个仆人去,吩咐他把德米特里的侍酒叫出来,把便条交给他,不要说自己是谁或者便条是谁给的,并叮嘱他立即递给德米特里阅读。
§31.13.10γενομένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν ὁ Δημήτριος ἐπανέγνω.
一切都按照吩咐办妥后,德米特里收到并阅读了便条。
§31.13.11τὸ δὲ πιττάκιον περιεῖχε τὰς γνώμας ταύτας. ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.
便条里包含着以下格言: “行动者带走未来的果实。
§31.13.12ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
” “黑夜带给所有人同等的机会,但带给敢为者更多。
τόλμα τι, §31.13.13κινδύνευε, πρᾶττʼ, ἀποτύγχανε, ἐπίτυχε, πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.
敢于尝试吧,” “冒险、行动、失败、成功;做什么都好过背叛你自己。
§31.13.14νᾶφε καὶ μέμνασʼ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν.
” “保持清醒,切记心存警惕;这些是理智的关节。 ”

词汇与语法注释

  1. §31.13.3Ἀπολλωνίου — 此处的属格 Ἀπολλωνίου 指的并非前一节(§31.13.2)中出现的同名儿子,而是其父亲。紧随其后的带冠词分词短语 τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος...(曾在塞琉古手下享有大权……)修饰此属格名词,从而明确了父亲的身份。
  2. §31.13.6κατὰ τὴν ἐπιοῦσαν — 在阴性单数宾格冠词与分词 τὴν ἐπιοῦσαν 之后,省略了表示时间的阴性名词 ἡμέραν(天),从而构成了表示“在第二天”的时间副词短语。
  3. §31.13.8μὴ ... ἀπόρημά τι γένηται — 由表示担忧的分词 ἀγωνιάσας(担心、焦虑)引导的从句,使用虚拟语气 γένηται,表示否定性的担忧或顾虑(“担心……会发生变故”)。
  4. §31.13.14νᾶφε καὶ μέμνασʼ ἀπιστεῖν — 引用自西西里喜剧作家埃庇卡摩斯的诗句(残篇 250 Kaibel),其中保留了带有长音 α 的多利亚方言拼写 νᾶφε 和 μέμνασ',分别对应雅典方言中的 νῆφε(保持清醒)和 μέμνησ'(记住)。

引用这一段

波利比奥斯, 历史 §31.13.1-31.13.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.13.1-31.13.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。