Humanitext Reader

波利比奥斯 · 历史 §31.10.1-31.10.10

小托勒密要求塞浦路斯与元老院的决议

第 1184 段,共 1311 段 · 希腊语

内容简介

弟托勒密请求元老院将塞浦路斯分给自己,尽管曾参与调停的罗马使节以先前的协议反对他,但元老院出于自身利益考量企图分裂埃及,同意了弟托勒密的请求并派遣使节。

§31.10.1ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολεμαίους τὴν βασιλείαν παρεγένετο Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, ἀθετεῖν βουλόμενος τὸν γεγονότα μερισμὸν αὐτῷ πρὸς τὸν ἀδελφόν, §31.10.2φάσκων οὐχ ἑκών, ἀλλὰ κατʼ ἀνάγκην τῷ καιρῷ περιληφθεὶς πεποιηκέναι τὸ προσταττόμενον.
在托勒密兄弟分割了王国之后,较年轻的普托勒密来到罗马,企图废除他与哥哥之间已经达成的分割协议,他声称自己并非出于自愿,而是因形势所迫,才执行了被命令的事情。
§31.10.3καὶ παρεκάλει τὴν σύγκλητον μερίσαι τὴν Κύπρον αὑτῷ· καὶ γὰρ τούτου γενομένου καταδεεστέραν ἕξειν μερίδα τἀδελφοῦ παρὰ πολύ.
他请求元老院将塞浦路斯分给自己;因为即使这样,他的份额也仍将远逊于他的哥哥。
§31.10.4τῶν δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον ἀπομαρτυρούντων τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ πρεσβυτέρου παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν Κυρήνην ὁ νεώτερος καὶ τὸ πνεῦμα διʼ αὐτοὺς ἔχοι· τοιαύτην γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ προσκοπήν· §31.10.5διὸ καὶ παρʼ ἐλπίδα καὶ παραδόξως δεδομένων αὐτῷ τῶν κατὰ Κυρήνην πραγμάτων ἀσμένως δέξαιτο, καὶ σφαγίων τμηθέντων καὶ λάβοι τοὺς ὅρκους παρὰ τἀδελφοῦ καὶ δοίη περὶ τούτου·
然而,卡努莱乌斯和昆图斯反驳了从年长者那里来的使节梅尼鲁斯等人,证实说,由于民众对弟弟的极度排斥和敌意,弟弟之所以能保有昔兰尼乃至生命本身,完全是多亏了他们;因此,当昔兰尼的事务出乎意料、令人惊奇地交给他时,他欣然接受,并在宰杀祭牲后,既从哥哥那里接受了誓言,也就此事向哥哥宣了誓。
§31.10.6τοῦ δὲ Πτολεμαίου πᾶσι τούτοις ἀντιλέγοντος, ἡ σύγκλητος, ἅμα μὲν ὁρῶσα τὸν μερισμὸν γεγονότα τελέως, ἅμα δὲ βουλομένη διελεῖν τὴν βασιλείαν πραγματικῶς, αὐτῶν αἰτίων γενομένων τῆς διαιρέσεως, συγκατέθετο τοῖς ὑπὸ τοῦ νεωτέρου παρακαλουμένοις ἐπὶ τῷ σφετέρῳ συμφέροντι.
尽管普托勒密反驳了这一切,但元老院一方面看到先前的分割已彻底完成,另一方面又出于实际利益的考虑,企图分裂该王国——因为他们自己就是这分裂的始作俑者——于是为了自己的利益,同意了弟弟的请求。
§31.10.7πολὺ γὰρ ἤδη τοῦτο τὸ γένος ἐστὶ τῶν διαβουλίων παρὰ Ῥωμαίοις, ἐν οἷς διὰ τῆς τῶν πέλας ἀγνοίας αὔξουσι καὶ κατασκευάζονται τὴν ἰδίαν ἀρχὴν πραγματικῶς, ἅμα χαριζόμενοι καὶ δοκοῦντες εὐεργετεῖν τοὺς ἁμαρτάνοντας.
因为这种策略在罗马人中间已经非常普遍,他们借此利用邻人的无知,在实际上扩大并构建了自己的势力,同时又施予恩惠,显得是在造福那些犯错的人。
§31.10.8διὸ καὶ καθορῶντες τὸ μέγεθος τῆς ἐν Αἰγύπτῳ δυναστείας καὶ δεδιότες, ἄν ποτε τύχῃ προστάτου, μὴ μεῖζον φρονήσῃ τοῦ καθήκοντος, §31.10.9κατέστησαν πρεσβευτὰς Τίτον Τορκουᾶτον καὶ Γνάιον Μερόλαν τοὺς κατάξοντας ἐπὶ τὴν Κύπρον τὸν Πτολεμαῖον καὶ τελειώσοντας ἅμα τὴν ἐκείνων καὶ τὴν αὑτῶν πρόθεσιν.
因此,元老院审视了埃及势力的庞大,并担心万一它有了领导者,会产生超出其分寸的傲慢,便任命提图斯·托尔夸图斯和格奈乌斯·梅鲁拉为使节,送普托勒密前往塞浦路斯,同时实现普托勒密和他们双方的意图。
§31.10.10καὶ παραχρῆμα τούτους ἐξαπέστειλαν, δόντες ἐντολὰς διαλῦσαι τοὺς ἀδελφοὺς καὶ κατασκευάσαι τῷ νεωτέρῳ τὴν Κύπρον χωρὶς πολέμου.
他们立即派遣了这些人,授命他们去调停兄弟之争,并在不诉诸战争的情况下为弟弟确保塞浦路斯。

词汇与语法注释

  1. 31.10.3ἕξειν — 间接引语的不定式。接在让步性(或条件性)属格独立结构 `τούτου γενομένου`(即使这得以实现)之后,表示由 `φάσκων` 或 `παρεκάλει` 所暗示的弟弟普托勒密的声称内容:“他将拥有的份额(远逊于哥哥)”。
  2. 31.10.4διότι — 通常表示原因(“因为”),但在此处用于间接引语中,相当于“那件事”(`ὅτι`),用以引出动词 `ἀπομαρτυρούντων`(证实)的具体内容。后文的 `ἔχοι` 采用斜格希求法(optativus obliquus)也印证了这一点。
  3. 31.10.5δέξαιτο — 间接引语中的斜格希求法(optativus obliquus)。由于主句动词(此处为分词 `ἀπομαρτυρούντων`)指向过去(历史时态),从句中原本的直陈式过去时(或完成时)转变为希求法。随后的 `λάβοι` 和 `δοίη` 也共享相同的结构。
  4. 31.10.6γεγονότα τελέως — 意为“眼见分割已彻底/最终完成”。这形成了一种对比:尽管元老院明知先前的瓜分已是既成事实且已完全确定,但为了自身的地缘政治利益(即使托勒密王国保持分裂状态),他们仍选择支持弟弟的诉求。
  5. 31.10.8μὴ μεῖζον φρονήσῃ — 由表示担忧的分词 `δεδιότες`(担心/害怕)引导的惧怕从句。使用虚拟式不定过去时 `φρονήσῃ` 来表示对可能发生之事的担忧(“担心其会……得志傲慢”)。条件从句 `ἄν ποτε τύχῃ` 嵌套在此惧怕从句内部。

引用这一段

波利比奥斯, 历史 §31.10.1-31.10.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.10.1-31.10.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。