Humanitext Reader

波利比奥斯 · 历史 §30.20.1-30.20.9

雅典使节获取提洛与哈利亚托斯领地

第 1162 段,共 1311 段 · 希腊语

内容简介

本段记述了雅典使节最初为拯救哈利亚托斯而来,但在未获理睬后改变方针,请求并获得了提洛、雷姆诺斯以及哈利亚托斯的领地,进而论述了这一行为所带来的道德非议与后来的困境。

§30.20.1ὅτι οἱ Ἀθηναῖοι παρεγένοντο πρεσβεύοντες τὸ μὲν πρῶτον ὑπὲρ τῆς Ἁλιαρτίων σωτηρίας, §30.20.2παρακουόμενοι δὲ περὶ τούτου τοῦ μέρους ἐκ μεταθέσεως διελέγοντο περὶ Δήλου καὶ Λήμνου καὶ τῆς τῶν Ἁλιαρτίων χώρας, εἰς ἑαυτοὺς ἐξαιτούμενοι τὴν κτῆσιν· εἶχον γὰρ διττὰς ἐντολάς.
雅典人作为使节到来,最初是为了哈利亚托斯的拯救;但在这一事务上未被理睬后,他们便改变方针,就提洛、雷姆诺斯以及哈利亚托斯的领地进行交涉,请求将这些地方的占有权赋予自己;因为他们持有双重指令。
§30.20.3οἷς περὶ μὲν τῶν κατὰ Δῆλον καὶ Λῆμνον οὐκ ἄν τις ἐπιτιμήσειε διὰ τὸ καὶ πρότερον ἀντιπεποιῆσθαι τῶν νήσων τούτων, περὶ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας εἰκότως ἄν τις καταμέμψαιτο.
对于他们,关于提洛和雷姆诺斯的事项,或许没有人会予以指责,因为他们此前也曾主张过这些岛屿的所有权;但关于哈利亚托斯的领地,人们理所当然会予以非难。
§30.20.4τὸ γὰρ πόλιν σχεδὸν ἀρχαιοτάτην τῶν κατὰ τὴν Βοιωτίαν ἐπταικυῖαν μὴ συνεπανορθοῦν κατὰ πάντα τρόπον, τὸ δʼ ἐναντίον ἐξαλείφειν, ἀφαιρουμένους καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν ἠκληρηκότων, §30.20.5δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι τῶν Ἑλλήνων καθήκειν, ἥκιστα δὲ τῶν ἄλλων Ἀθηναίοις.
因为对于一座在波奥蒂亚几乎是最古老的、已然衰败的城市,不仅不设法以各种方式予以重建,反而去消灭它,甚至剥夺那些不幸失所之人对未来的希望,这显然是希腊人中任谁都不会认为适宜的,而在所有人中,最不适宜于雅典人。
§30.20.6τὸ γὰρ τὴν μὲν ἰδίαν πατρίδα κοινὴν ποιεῖν ἅπασιν, τὰς δὲ τῶν ἄλλων ἀναιρεῖν, οὐδαμῶς οἰκεῖον ἂν φανείη τοῦ τῆς πόλεως ἤθους.
因为使自己的祖国向所有人开放,却去消灭他人的祖国,这绝不符合该城邦的品性。
§30.20.7πλὴν ἥ γε σύγκλητος καὶ τὴν Δῆλον αὐτοῖς ἔδωκε καὶ τὴν Λῆμνον καὶ τὴν τῶν Ἁλιαρτίων χώραν.
然而,元老院确实将提洛、雷姆诺斯以及哈利亚托斯的领地都赐给了他们。
καὶ τὰ μὲν κατὰ τοὺς Ἀθηναίους τοιαύτην ἔσχε διάθεσιν.
关于雅典人的事务便有了这样的结果。
§30.20.8καὶ τὴν μὲν Λῆμνον καὶ τὴν Δῆλον κατὰ τὴν παροιμίαν τὸν λύκον τῶν ὤτων ἔλαβον· §30.20.9πολλὰ γὰρ ὑπέμειναν δυσκληρήματα συμπλεκόμενοι τοῖς Δηλίοις· ἐκ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας ὄνειδος αὐτοῖς μᾶλλον ἢ καρπός τις συνεξηκολούθησεν.
— 至于雷姆诺斯和提洛,正如谚语所说,他们是“揪住了狼的耳朵”;因为他们在与提洛人的纠葛中承受了许多灾祸,而从哈利亚托斯的领地得到的,与其说是收益,不如说是随之而来的耻辱。

词汇与语法注释

  1. §30.20.1ὅτι — 置于章首的 ὅτι 是拜占庭文献摘录(Excerpta)中用于引入摘要或摘录段落的公式化引导词。翻译中将其作为名词性从句或事实的陈述来处理,以保持与前一章的连续性。
  2. §30.20.3οἷς — 句首的与格关系代词 οἷς 是以接续性关系代词的形式指代前文的“雅典人”。它同时作用于随后的 ἐπιτιμήσειε(非难,通常支配与格)和 καταμέμψαιτο(非难,通常支配属格,此处共用同一前置指代)。
  3. §30.20.4τὸ γὰρ πόλιν — 从 §30.20.4 延伸至 §30.20.5 的句法结构中,带冠词的不定式短语(τὸ ... μὴ συνεπανορθοῦν ... ἐξαλείφειν)充当了主语,作用于紧随 δῆλον ὡς(显然……)之后的 ἂν δόξαι ... καθήκειν(似乎是适宜的)。这虽可被视为一种句法断裂(anacoluthon),但在逻辑上,该不定式短语是整个句子的主语。
  4. §30.20.8τὸν λύκον τῶν ὤτων ἔλαβον — “揪住狼的耳朵”是古典时代著名的谚语(拉丁语:*lupum auribus tenere*),喻指陷入了进退两难的险境:松手会被咬,继续揪着又难以为继。这指的是雅典人在获得提洛和雷姆诺斯后,面临着既难以维持又无法放弃的困境。

引用这一段

波利比奥斯, 历史 §30.20.1-30.20.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.20.1-30.20.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。