§30.19.1ἤδη δὲ τούτου τὰς ἀποκρίσεις εἰληφότος, προσέπεσε παραγίνεσθαι τὸν Εὐμένη.
当普鲁西亚斯已经获得答复时,有消息传来,称欧墨尼斯即将抵达。
§30.19.2τοῦτο δὲ τὸ πρᾶγμα πολλὴν ἀπορίαν παρέσχε τοῖς ἐν τῷ συνεδρίῳ· διαβεβλημένοι γὰρ πρὸς αὐτὸν καὶ διαλήψεις ἀμεταθέτους ἔχοντες οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἐμφανίζειν αὑτούς.
这件事给元老院的议员们带来了极大的困惑;因为他们对他怀有敌意,且持有不可改变的看法,所以不愿以任何方式显露自己的真实态度。
§30.19.3πᾶσι γὰρ ἀναδεδειχότες πρῶτον καὶ μέγιστον φίλον τὸν βασιλέα τοῦτον ἔμελλον εἰς ὄψιν ἐλθόντες καὶ προσδεξάμενοι δικαιολογίαν, εἰ μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες ταῖς ἰδίαις διαλήψεσιν, ἐκθεατριεῖν αὑτούς, εἰ τοιοῦτον ἄνθρωπον ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρόνοις, §30.19.4εἰ δὲ δουλεύοντες τῇ τῶν ἐκτὸς φαντασίᾳ φιλανθρώπως ἀποκριθεῖεν, παρόψεσθαι τὴν ἀλήθειαν καὶ τὸ τῇ πατρίδι συμφέρον.
因为,他们曾向所有人宣示这位国王是他们首要且最伟大的盟友,如果与他面谈并听取他的申辩,那么一方面,如果他们顺从自己的见解做出看似合理的冷酷答复,就会在公众面前自取其辱,因为他们以前曾如此高度地器重这样一个人物;另一方面,如果他们屈从于外界的观感而做出友好的答复,就会忽视事实和国家的利益。
§30.19.5διόπερ ἐξ ἑκατέρας τῆς ἀποφάσεως μέλλοντος ἀπιθάνου τινὸς αὐτοῖς ἐξακολουθήσειν, εὕροντο λύσιν τοῦ προβλήματος τοιαύτην.
因此,既然任何一种决定都会给他们带来某种不体面的后果,他们便找到了如下解决难题的办法。
§30.19.6ὡς γὰρ καθόλου δυσαρεστούμενοι ταῖς τῶν βασιλέων ἐπιδημίαις δόγμα τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα παραγίνεσθαι πρὸς αὑτούς.
他们表现得似乎对所有国王的来访都感到不满,于是颁布了一项法令,规定任何国王都不得前来他们这里。
§30.19.7μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεντέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύσοντα λέγειν πρὸς αὑτόν, εἴ τι τυγχάνει τῆς συγκλήτου χρείαν ἔχων· §30.19.8εἰ δὲ μηδενὸς δεῖται, παραγγελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι.
此后,得知欧墨尼斯已经驶入意大利的布伦特西翁,他们便派出一名财务官携带该法令,命其询问欧墨尼斯是否恰好有求于元老院;如果他无所求,则命令他以最快的速度离开意大利。
§30.19.9ὁ δὲ βασιλεύς, συμμίξαντος αὐτῷ τοῦ ταμίου, γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος ἀπεσιώπησεν, οὐδενὸς φήσας προσδεῖσθαι.
而国王在财务官与他会面并得知元老院的意图后,最终保持了沉默,声称自己无所需求。
§30.19.10καὶ δὴ τούτῳ τῷ τρόπῳ συνέβη τὸν Εὐμένη κωλυθῆναι τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως.
确实,通过这种方式,欧墨尼斯前往罗马的行程被阻断了。
§30.19.11συνηκολουθήκει δὲ καὶ ἕτερόν τι πραγματικὸν τούτῳ τῷ διαβουλίῳ.
此外,这一决策还伴随着另一个实际的考量。
§30.19.12μεγάλου γὰρ ὑπὸ τῶν Γαλατῶν ἐπικρεμαμένου κινδύνου τῇ βασιλείᾳ, προφανὲς ἦν ὅτι διὰ τὸν σκυβαλισμὸν τοῦτον οἱ μὲν τοῦ βασιλέως σύμμαχοι ταπεινωθήσονται πάντες, οἱ δὲ Γαλάται διπλασίως ἐπιρρωσθήσονται πρὸς τὸν πόλεμον.
因为,由于加拉太人给他的王国带来了巨大的危险,显而易见,通过这次冷遇,国王的所有盟友都会感到沮丧,而加拉太人对战争的斗志则会倍增。
§30.19.13διὸ πάντῃ πάντως βουλόμενοι ταπεινοῦν αὐτὸν ἐπὶ ταύτην κατηνέχθησαν τὴν γνώμην.
因此,他们极力想要削弱他,才做出了这一决定。
§30.19.14τούτων δὲ γινομένων ἔτι κατʼ ἀρχὰς τοῦ χειμῶνος, λοιπὸν ἡ σύγκλητος ἅπασιν τοῖς παραγεγονόσι κατὰ πρεσβείαν· §30.19.15οὐ γὰρ ἦν οὔτε πόλις οὔτε δυνάστης οὔτε βασιλεὺς ὃς οὐκ ἀπεστάλκει πρεσβείαν κατʼ ἐκεῖνον τὸν καιρὸν τὴν συγχαρησομένην ἐπὶ τοῖς γεγονόσιν· §30.19.16οἷς ἅπασιν οἰκείως ἀπήντησε καὶ φιλανθρώπως πλὴν τῶν Ῥοδίων.
当这些事情仍在入冬之初发生时,元老院对于所有作为使节到来的人—— 因为在那个时候,没有任何一个城市、统治者或国王未曾派遣使节来祝贺所发生的大事—— 除了罗德斯人以外,对所有人都给予了亲切和友好的接待。
§30.19.17τούτους δὲ παρέπεμπε ποικίλας ἐμφάσεις ποιοῦσα περὶ τοῦ μέλλοντος.
但对罗德斯人,元老院在对未来做出各种暗示的同时打发了他们。
ἐπείχετο δὲ καὶ τὰ κατὰ τοὺς Ἀθηναίους. —
关于雅典人的事务也被搁置了。