§30.20.1ὅτι οἱ Ἀθηναῖοι παρεγένοντο πρεσβεύοντες τὸ μὲν πρῶτον ὑπὲρ τῆς Ἁλιαρτίων σωτηρίας, §30.20.2παρακουόμενοι δὲ περὶ τούτου τοῦ μέρους ἐκ μεταθέσεως διελέγοντο περὶ Δήλου καὶ Λήμνου καὶ τῆς τῶν Ἁλιαρτίων χώρας, εἰς ἑαυτοὺς ἐξαιτούμενοι τὴν κτῆσιν· εἶχον γὰρ διττὰς ἐντολάς.
That the Athenians arrived on an embassy, at first on behalf of the preservation of Haliartus; but being ignored on this matter, they changed their course and spoke concerning Delos, Lemnos, and the territory of Haliartus, requesting the possession of them for themselves; for they had double instructions.
§30.20.3οἷς περὶ μὲν τῶν κατὰ Δῆλον καὶ Λῆμνον οὐκ ἄν τις ἐπιτιμήσειε διὰ τὸ καὶ πρότερον ἀντιπεποιῆσθαι τῶν νήσων τούτων, περὶ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας εἰκότως ἄν τις καταμέμψαιτο.
One would not blame them regarding the matters of Delos and Lemnos, because they had laid claim to these islands previously as well, but one would reasonably censure them regarding the territory of Haliartus.
§30.20.4τὸ γὰρ πόλιν σχεδὸν ἀρχαιοτάτην τῶν κατὰ τὴν Βοιωτίαν ἐπταικυῖαν μὴ συνεπανορθοῦν κατὰ πάντα τρόπον, τὸ δʼ ἐναντίον ἐξαλείφειν, ἀφαιρουμένους καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν ἠκληρηκότων, §30.20.5δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι τῶν Ἑλλήνων καθήκειν, ἥκιστα δὲ τῶν ἄλλων Ἀθηναίοις.
For, not to assist in restoring by every means a city that was almost the oldest in Boeotia after it had fallen, but on the contrary to wipe it out, depriving those who had been unfortunate even of their hopes for the future— is clearly what would seem appropriate to none of the Greeks, and least of all to the Athenians.
§30.20.6τὸ γὰρ τὴν μὲν ἰδίαν πατρίδα κοινὴν ποιεῖν ἅπασιν, τὰς δὲ τῶν ἄλλων ἀναιρεῖν, οὐδαμῶς οἰκεῖον ἂν φανείη τοῦ τῆς πόλεως ἤθους.
For to make one's own country common to all, but to destroy those of others, would seem in no way consistent with the character of the city.
§30.20.7πλὴν ἥ γε σύγκλητος καὶ τὴν Δῆλον αὐτοῖς ἔδωκε καὶ τὴν Λῆμνον καὶ τὴν τῶν Ἁλιαρτίων χώραν.
However, the senate did grant them Delos, Lemnos, and the territory of Haliartus.
καὶ τὰ μὲν κατὰ τοὺς Ἀθηναίους τοιαύτην ἔσχε διάθεσιν. — §30.20.8καὶ τὴν μὲν Λῆμνον καὶ τὴν Δῆλον κατὰ τὴν παροιμίαν τὸν λύκον τῶν ὤτων ἔλαβον· §30.20.9πολλὰ γὰρ ὑπέμειναν δυσκληρήματα συμπλεκόμενοι τοῖς Δηλίοις· ἐκ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας ὄνειδος αὐτοῖς μᾶλλον ἢ καρπός τις συνεξηκολούθησεν. —
And the affairs concerning the Athenians had this conclusion. — And as for Lemnos and Delos, they took, as the proverb has it, a wolf by the ears; for they endured many hardships through being entangled with the Delians, while from the territory of Haliartus, disgrace rather than any benefit followed them. —