§30.21.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον Θεαίδητος εἰσελθὼν εἰς τὴν σύγκλητον λόγους μὲν ἐποιήσατο περὶ τῆς συμμαχίας· §30.21.2ὑπερθεμένης δὲ τῆς συγκλήτου τὸ διαβούλιον, οὗτος μὲν μετήλλαξε τὸν βίον κατὰ φύσιν· ἔτη γὰρ εἶχε πλείω τῶν ὀγδοήκοντα· παρα §30.21.3γενομένων δὲ φυγάδων ἔκ τε Καύνου καὶ Στρατονικείας εἰς τὴν Ῥώμην καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἐγένετο δόγμα Ῥοδίους ἐξάγειν τὰς φρουρὰς ἔκ τε Καύνου καὶ Στρατονικείας.
此时,塞埃德图斯进入元老院,就同盟事宜发表了演说;但当元老院推迟审议时,他便寿终正寝,因为他已年过八十;当抵达罗马并进入元老院的卡乌诺斯与斯特拉托尼基亚的流亡者到来时,元老院做出决议,要求罗得斯人从卡乌诺斯和斯特拉托尼基亚撤出驻军。
§30.21.4οἱ δὲ περὶ τὸν Φιλόφρονα καὶ Ἀστυμήδην λαβόντες ταύτην τὴν ἀπόκρισιν ἀπέπλευσαν κατὰ σπουδὴν εἰς τὴν οἰκείαν, §30.21.5δεδιότες μὴ παρακούσαντες οἱ Ῥόδιοι περὶ τοῦ τὰς φρουρὰς ἐξαγαγεῖν αὖθις ἄλλην ἀρχὴν ἐγκλημάτων ποιήσωσιν. —
菲洛弗龙和阿斯蒂梅德斯等人收到这一答复后,急忙乘船返回祖国,因为他们担心,如果罗得斯人在撤出驻军一事上不予听从,会再次制造出另一个指控的端倪。