§3.82.1ὡς γὰρ θᾶττον ποιησάμενος ἀναζυγὴν ἀπὸ τῶν κατὰ τὴν Φαισόλαν τόπων καὶ μικρὸν ὑπεράρας τὴν τῶν Ῥωμαίων στρατοπεδείαν ἐνέβαλεν εἰς τὴν προκειμένην χώραν, §3.82.2εὐθέως μετέωρος ἦν ὁ Φλαμίνιος καὶ θυμοῦ πλήρης, δοξάζων ἑαυτὸν ὑπὸ τῶν ἐναντίων καταφρονεῖσθαι.
因为他一从法埃苏拉一带开拔,并稍稍绕过罗马人的营地,侵入前方的土地,弗拉米尼乌斯顿时急躁起来,满腔怒火,认为自己受到了敌人的轻蔑。
§3.82.3μετὰ δὲ ταῦτα πορθουμένης τῆς χώρας, καὶ πανταχόθεν τοῦ καπνοῦ σημαίνοντος τὴν καταφθορὰν αὐτῆς, ἐσχετλίαζε, δεινὸν ἡγούμενος τὸ γινόμενον.
随后,眼见土地被劫掠,四处升起的浓烟昭示着毁灭,他感到愤恨不平,认为正在发生的事实在令人难以容忍。
§3.82.4διὸ καὶ τινῶν οἰομένων δεῖν μὴ προχείρως ἐπακολουθεῖν μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις, φυλάττεσθαι δὲ καὶ προσέχειν τὸ πλῆθος τῶν ἱππέων, μάλιστα δὲ καὶ τὸν ἕτερον ὕπατον προσλαβεῖν καὶ πᾶσιν ἐπὶ ταὐτὸ τοῖς στρατοπέδοις ὁμοῦ ποιήσασθαι τὸν κίνδυνον, §3.82.5οὐχ οἷον προσεῖχε τοῖς λεγομένοις, ἀλλʼ οὐδʼ ἀνείχετο τῶν ἀποφαινομένων ταῦτα,
因此,尽管有些人认为不应草率追击或与敌人交锋,而应防范并注意对方庞大的骑兵,尤其是应当与另一位执政官会合,将所有军队集结于一处共同面临危险,他不仅对这些话置之不理,甚至无法容忍提出这些意见的人。
§3.82.6παρεκάλει δʼ αὐτοὺς ἐν νῷ λαμβάνειν τί λέγειν εἰκὸς τοὺς ἐν τῇ πατρίδι τῆς μὲν χώρας καταφθειρομένης σχεδὸν ἕως πρὸς αὐτὴν τὴν Ῥώμην, αὐτῶν δὲ κατόπιν τῶν πολεμίων ἐν Τυρρηνίᾳ στρατοπεδευόντων.
他还要求他们记住,当国土几乎被毁至罗马城前,而他们自己却在敌人后方的第勒尼安安营扎寨时,祖国的人们会说些什么。
§3.82.7τέλος δέ, ταῦτʼ εἰπών, ἀναζεύξας προῆγε μετὰ τῆς δυνάμεως, οὐ καιρόν, οὐ τόπον προορώμενος, μόνον δὲ σπεύδων συμπεσεῖν τοῖς πολεμίοις, ὡς προδήλου τῆς νίκης αὐτοῖς ὑπαρχούσης·
最后,说完这些话,他便开拔并带着军队前进,既不审视时机,也不观察地形,只急于与敌人交锋,仿佛胜利已经是他们不言而喻的事物。
§3.82.8τηλικοῦτον γὰρ προενεβεβλήκει κατελπισμὸν τοῖς ὄχλοις ὥστε πλείους εἶναι τῶν τὰ ὅπλα φερόντων τοὺς ἐκτὸς παρεπομένους τῆς ὠφελείας χάριν, κομίζοντας ἁλύσεις καὶ πέδας καὶ πᾶσαν τὴν τοιαύτην παρασκευήν.
因为他早已在众人心中灌输了极大的信心,以致为了获取战利品而在军伍之外随行的人,比那些手持武器的士兵还要多,他们还带着锁链、脚镣以及所有诸如此类的装备。
§3.82.9ὅ γε μὴν Ἀννίβας ἅμα μὲν εἰς τοὔμπροσθεν ὡς πρὸς τὴν Ῥώμην προῄει διὰ τῆς Τυρρηνίας, εὐώνυμον μὲν πόλιν ἔχων τὴν προσαγορευομένην Κυρτώνιον καὶ τὰ ταύτης ὄρη, δεξιὰν δὲ τὴν Ταρσιμέννην καλουμένην λίμνην· §3.82.10ἅμα δὲ προάγων ἐπυρπόλει καὶ κατέφθειρε τὴν χώραν, βουλόμενος ἐκκαλέσασθαι τὸν θυμὸν τῶν ὑπεναντίων.
至于汉尼拔,他一方面穿过第勒尼安向着罗马的方向前进,左侧是被称为基尔托尼翁的城市及其山脉,右侧是被称为塔尔西梅内的湖泊;另一方面,他在前进的同时放火烧毁土地,意图激起敌人的愤怒。
ἐπεὶ δὲ τὸν Φλαμίνιον ἤδη συνάπτοντα καθεώρα, §3.82.11τόπους δʼ εὐφυεῖς συνεθεώρησε πρὸς τὴν χρείαν,
当他看到弗拉米尼乌斯已经迫近时,他便察看了极有利于其企图的地形,