Humanitext Reader

波利比奥斯 · 历史 §3.84.1-3.84.15

特拉西梅诺湖战役与罗马军队的覆灭

第 243 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔利用大雾在谷地中对进入的罗马军队发起四面突袭,导致包括执政官弗拉米尼乌斯在内的大量罗马士兵阵亡。部分罗马士兵虽突围但最终投降。

§3.84.1οὔσης δὲ τῆς ἡμέρας ὀμιχλώδους διαφερόντως, Ἀννίβας ἅμα τῷ τὸ πλεῖστον μέρος τῆς πορείας εἰς τὸν αὐλῶνα προσδέξασθαι καὶ συνάπτειν πρὸς αὐτὸν ἤδη τὴν τῶν ἐναντίων πρωτοπορείαν ἀποδοὺς τὰ συνθήματα καὶ διαπεμψάμενος πρὸς τοὺς ἐν ταῖς ἐνέδραις συνεπεχείρει πανταχόθεν ἅμα τοῖς πολεμίοις.
那一天异常大雾缭绕,汉尼拔一等敌军行军的大部分进入谷地、且敌人的前锋已经逼近他,便发出了信号,并向埋伏的人传达命令,从四面八方同时向敌人发起进攻。
§3.84.2οἱ δὲ περὶ τὸν Φλαμίνιον, παραδόξου γενομένης αὐτοῖς τῆς ἐπιφανείας, ἔτι δὲ δυσσυνόπτου τῆς κατὰ τὸν ἀέρα περιστάσεως ὑπαρχούσης, καὶ τῶν πολεμίων κατὰ πολλοὺς τόπους ἐξ ὑπερδεξίου καταφερομένων καὶ προσπιπτόντων, οὐχ οἷον παραβοηθεῖν ἐδύναντο πρός τι τῶν δεομένων οἱ ταξίαρχοι καὶ χιλίαρχοι τῶν Ῥωμαίων, ἀλλʼ οὐδὲ συννοῆσαι τὸ γινόμενον.
弗拉米尼乌斯及其部下由于敌人的出现完全出乎意料,加之天气状况使周围极难看清,且敌人从许多地方的高处冲下并袭来,罗马人的百人队长和军团长们不仅无法对需要的地方提供救援,甚至无法理解发生了什么。
§3.84.3ἅμα γὰρ οἱ μὲν κατὰ πρόσωπον, οἱ δʼ ἀπʼ οὐρᾶς, οἱ δʼ ἐκ τῶν πλαγίων αὐτοῖς προσέπιπτον.
因为有些人从正面,有些人从后方,有些人从侧面同时向他们袭来。
§3.84.4διὸ καὶ συνέβη τοὺς πλείστους ἐν αὐτῷ τῷ τῆς πορείας σχήματι κατακοπῆναι, μὴ δυναμένους αὑτοῖς βοηθεῖν, ἀλλʼ ὡσανεὶ προδεδομένους ὑπὸ τῆς τοῦ προεστῶτος ἀκρισίας.
因此,大多数人在行军的队列中就被斩杀,无法自救,倒像是因指挥官的无理智而被抛弃了一般。
§3.84.5ἔτι γὰρ διαβουλευόμενοι τί δεῖ πράττειν ἀπώλλυντο παραδόξως.
因为当他们仍在商讨应该做什么时,便出乎意料地丧生了。
§3.84.6ἐν ᾧ καιρῷ καὶ τὸν Φλαμίνιον αὐτὸν δυσχρηστούμενον καὶ περικακοῦντα τοῖς ὅλοις προσπεσόντες τινὲς τῶν Κελτῶν ἀπέκτειναν.
就在此时,弗拉米尼乌斯本人陷入困境、对全局感到绝望,一些凯尔特人向他袭来并将其杀害。
§3.84.7ἔπεσον οὖν τῶν Ῥωμαίων κατὰ τὸν αὐλῶνα σχεδὸν εἰς μυρίους καὶ πεντακισχιλίους, οὔτʼ εἴκειν τοῖς παροῦσιν οὔτε πράττειν οὐδὲν δυνάμενοι, τοῦτο δʼ ἐκ τῶν ἐθισμῶν αὐτὸ περὶ πλείστου ποιούμενοι, τὸ μὴ φεύγειν μηδὲ λείπειν τὰς τάξεις.
于是,罗马人在谷地中倒下了大约一万五千人,他们既无法向眼前的境况屈服,也无法采取任何行动,但出于他们的习惯,他们将这一点视为最重要的事情:不逃跑,也不离开自己的队列。
§3.84.8οἱ δὲ κατὰ πορείαν μεταξὺ τῆς λίμνης καὶ τῆς παρωρείας ἐν τοῖς στενοῖς συγκλεισθέντες αἰσχρῶς, ἔτι δὲ μᾶλλον ταλαιπώρως διεφθείροντο.
至于在行军路途中被困于湖泊与山麓之间的狭窄通道中的人们,则以更可耻且更悲惨的方式丧生。
§3.84.9συνωθούμενοι [μὲν] γὰρ εἰς τὴν λίμνην οἱ μὲν διὰ τὴν παράστασιν τῆς διανοίας ὁρμῶντες ἐπὶ τὸ νήχεσθαι σὺν τοῖς ὅπλοις ἀπεπνίγοντο, τὸ δὲ πολὺ πλῆθος μέχρι μὲν τοῦ δυνατοῦ προβαῖνον εἰς τὴν λίμνην ἔμενε τὰς κεφαλὰς αὐτὰς ὑπὲρ τὸ ὑγρὸν ὑπερίσχον·
因为他们被推入湖中,有些人因心智错乱而穿着盔甲试图游泳而溺死,而大多数人则尽可能深地走进湖里,只把头露出水面停留在那里。
§3.84.10ἐπιγενομένων δὲ τῶν ἱππέων, καὶ προδήλου γενομένης ἀπωλείας ἐξαίροντες τὰς χεῖρας καὶ δεόμενοι ζωγρεῖν καὶ πᾶσαν προϊέμενοι φωνὴν τὸ τελευταῖον οἱ μὲν ὑπὸ τῶν πολεμίων, τινὲς δὲ παρακαλέσαντες αὑτοὺς διεφθάρησαν.
当骑兵逼近、毁灭已显而易见时,他们举起双手,请求生擒,并发出各种声音,最终,有些人被敌人杀害,有些人则相互激励而死。
§3.84.11ἑξακισχίλιοι δʼ ἴσως τῶν κατὰ τὸν αὐλῶνα τοὺς κατὰ πρόσωπον νικήσαντες παραβοηθεῖν μὲν τοῖς ἰδίοις καὶ περιίστασθαι τοὺς ὑπεναντίους ἠδυνάτουν διὰ τὸ μηδὲν συνορᾶν τῶν γινομένων, καίπερ μεγάλην δυνάμενοι πρὸς τὰ ὅλα παρέχεσθαι χρείαν·
与此同时,谷地中大概有六千人击败了正面的敌人,但由于对发生的事情一无所知,他们无法救援己方,也无法包围敌人,尽管他们本可以对整个战局提供极大的帮助。
§3.84.12ἀεὶ δὲ τοῦ πρόσθεν ὀρεγόμενοι προῆγον, πεπεισμένοι συμπεσεῖσθαί τισιν, ἕως ἔλαθον ἐκπεσόντες πρὸς τοὺς ὑπερδεξίους τόπους.
他们一直渴望向前,继续前进,坚信会遇到某些人,直到不知不觉中脱身到了高处。
γενόμενοι δʼ ἐπὶ τῶν ἄκρων, §3.84.13καὶ τῆς ὀμίχλης ἤδη πεπτωκυίας συνέντες τὸ γεγονὸς ἀτύχημα καὶ ποιεῖν οὐδὲν ὄντες ἔτι δυνατοὶ διὰ τὸ τοῖς ὅλοις ἐπικρατεῖν καὶ πάντα προκατέχειν ἤδη τοὺς πολεμίους, συστραφέντες ἀπεχώρησαν εἴς τινα κώμην Τυρρηνίδα.
他们到了山顶,此时大雾已经消散,他们理解了所发生的惨剧,但由于敌人已经掌控了全局并预先占领了所有地方,他们已无法采取任何行动,于是集结起来,撤退到伊特鲁里亚的一个村庄。
§3.84.14μετὰ δὲ τὴν μάχην ἀποσταλέντος ὑπὸ τοῦ στρατηγοῦ μετὰ τῶν Ἰβήρων καὶ λογχοφόρων Μαάρβα καὶ περιστρατοπεδεύσαντος τὴν κώμην, ποικίλης αὐτοῖς ἀπορίας περιεστώσης, ἀποθέμενοι τὰ ὅπλα παρέδοσαν αὑτοὺς ὑποσπόνδους, ὡς τευξόμενοι τῆς σωτηρίας.
战后,将军派遣马哈尔巴率领西班牙人和轻装枪兵包围了该村庄,在面临各种困境的情况下,他们放下武器,在协定下投降,以期保全性命。
§3.84.15τὰ μὲν οὖν περὶ τὸν ὅλον κίνδυνον τὸν γενόμενον ἐν Τυρρηνίᾳ Ῥωμαίοις καὶ Καρχηδονίοις
于是,在伊特鲁里亚发生在罗马人与迦太基人之间的这整场危机的情况就是如此。

词汇与语法注释

  1. 3.84.1ἅμα τῷ τὸ πλεῖστον μέρος τῆς πορείας εἰς τὸν αὐλῶνα προσδέξασθαι — 带有 ἅμα τῷ 引导不定式从句表示“与……同时”的句型。关于不定式 προσδέξασθαι 的主语和宾语,通常将 τὸ πλεῖστον μέρος τῆς πορείας 视为宾语(宾格),而省略了其主语(山谷或汉尼拔)。另一种解释是将其作为主语,作不及物动词理解(“当行军的大部分进入时”),此处采用前者,即“当把敌军大部引入谷地的同时”。
  2. 3.84.2οὐχ οἷον παραβοηθεῖν ἐδύναντο ... ἀλλʼ οὐδὲ συννοῆσαι — 短语 οὐχ οἷον 源自 οὐχ οἷόν τε 的用法,与后文的否定句(ἀλλʼ οὐδέ...)相结合,表示一种强烈的否定对比,意为“不仅不能……,甚至连……都不能”。在此处强调了将领们不仅无法派遣援兵,甚至连理解局势都无能为力的严重状况。
  3. 3.84.7τοῦτο δʼ ἐκ τῶν ἐθισμῶν αὐτὸ περὶ πλείστου ποιούμενοι, τὸ μὴ φεύγειν — 短语 τοῦτο ... αὐτό(正是这一件事)与后文的不定式从句 τὸ μὴ φεύγειν μηδὲ λείπειν τὰς τάξεις(不逃跑也不离开队列)呈同位语关系。此外,περί πλείστου ποιεῖσθαι 是中动语态的惯用表达,意为“最为看重、最视为珍贵”。
  4. 3.84.10τινὲς δὲ παρακαλέσαντες αὑτοὺς διεφθάρησαν — 复数反身代名词 αὑτούς 有时可替代相互代名词(彼此)使用。此处有两种解释:其一是“相互激励(而战死)”(本译文采用);其二是作为普通反身代词(自己),意为“激励自己(自裁或投水)”。考虑到当时已被逼入湖中、处于绝境的上下文,后者的“自杀”含义也完全成立。

引用这一段

波利比奥斯, 历史 §3.84.1-3.84.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.84.1-3.84.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。