§3.80.1διαπεράσας δὲ παραδόξως τοὺς ἑλώδεις τόπους καὶ καταλαβὼν ἐν Τυρρηνίᾳ τὸν Φλαμίνιον στρατοπεδεύοντα πρὸ τῆς τῶν Ἀρρητίνων πόλεως, τότε μὲν αὐτοῦ πρὸς τοῖς ἕλεσι κατεστρατοπέδευσε,
在出人意料地穿过泥泞的湿地,并发现弗拉米尼乌斯正在伊特鲁里亚的阿雷提乌姆城前驻扎后,汉尼拔当时便在那个地方,靠近湿地一带扎下营来。
§3.80.2βουλόμενος τήν τε δύναμιν ἀναλαβεῖν καὶ πολυπραγμονῆσαι τὰ περὶ τοὺς ὑπεναντίους καὶ τοὺς προκειμένους τῶν τόπων.
他希望既让军队得以修整,又详尽地探明敌方的虚实以及前方各处的地形。
§3.80.3πυνθανόμενος δὲ τὴν μὲν χώραν τὴν πρόσθεν πολλῆς γέμειν ὠφελείας, τὸν δὲ Φλαμίνιον ὀχλοκόπον μὲν καὶ δημαγωγὸν εἶναι τέλειον, πρὸς ἀληθινῶν δὲ καὶ πολεμικῶν πραγμάτων χειρισμὸν οὐκ εὐφυῆ, πρὸς δὲ τούτοις καταπεπιστευκέναι τοῖς σφετέροις πράγμασιν, §3.80.4συνελογίζετο διότι παραλλάξαντος αὐτοῦ τὴν ἐκείνων στρατοπεδείαν καὶ καθέντος εἰς τοὺς ἔμπροσθεν τόπους τὰ μὲν ἀγωνιῶν τὸν ἐπιτωθασμὸν τῶν ὄχλων οὐ δυνήσεται περιορᾶν δῃουμένην τὴν χώραν, τὰ δὲ κατηλγηκὼς παρέσται προχείρως εἰς πάντα τόπον ἑπόμενος, σπουδάζων διʼ αὑτοῦ ποιήσασθαι τὸ προτέρημα καὶ μὴ προσδέξασθαι τὴν παρουσίαν τοῦ τὴν ἴσην ἀρχὴν ἔχοντος.
当他得知前方的土地充满了丰厚的物资,且弗拉米尼乌斯虽是一个地道的大众迎合者和煽动家,却在处理实际的军事行动上缺乏天赋,此外更对自己目前的处境盲目自信时,他便推算:如果自己绕过对方的营地并深入前方的地区,弗拉米尼乌斯一方面会因害怕民众的嘲笑而无法坐视国土被劫掠,另一方面也会因气恼而毫不迟疑地尾随至任何地方,急于靠自己取得胜利,而不愿等待那位拥有同等指挥权的人到来。
§3.80.5ἐξ ὧν πολλοὺς αὐτὸν ὑπελάμβανε παραδώσειν καιροὺς πρὸς ἐπίθεσιν.
汉尼拔估计,由此弗拉米尼乌斯将向自己提供许多进攻的良机。
πάντα δʼ
而所有的一切……