§3.70.1ὁ δὲ Τεβέριος μετεωρισθεὶς καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ προτερήματι φιλοτίμως εἶχε πρὸς τὸ τὴν ταχίστην κρῖναι τὰ ὅλα.
另一方面,提贝里乌斯因先前的胜利而意气风发、大喜过望,急于尽快决一胜负。
§3.70.2προέκειτο μὲν οὖν αὐτῷ κατὰ τὴν ἰδίαν γνώμην χρῆσθαι τοῖς παροῦσι διὰ τὸ τὸν Πόπλιον ἀρρωστεῖν· ὅμως δὲ βουλόμενος προσλαβέσθαι καὶ τὴν τοῦ συνάρχοντος γνώμην ἐποιεῖτο λόγους περὶ τούτων πρὸς αὐτόν.
鉴于普布里乌斯卧病在床,提贝里乌斯本打算根据自己的主张来处理眼前的局势;但他仍希望征询同事的意见,因此就这些事情与他进行了交谈。
§3.70.3ὁ δὲ Πόπλιος τὴν ἐναντίαν εἶχε διάληψιν περὶ τῶν ἐνεστώτων·
然而,普布里乌斯对当前的局势持相反的看法。
§3.70.4τὰ γὰρ στρατόπεδα χειμασκήσαντα βελτίω τὰ παρʼ αὑτῶν ὑπελάμβανε γενήσεσθαι, τήν τε τῶν Κελτῶν ἀθεσίαν οὐκ ἐμμενεῖν ἐν τῇ πίστει, τῶν Καρχηδονίων ἀπραγούντων καὶ τὴν ἡσυχίαν ἀναγκαζομένων ἄγειν, ἀλλὰ καινοτομήσειν τι πάλιν κατʼ ἐκείνων.
因为他认为,己方的军队在度过冬营后会变得更加精良,而凯尔特人的反复无常不会让他们坚守信义,一旦迦太基人无所作为并被迫保持安静,凯尔特人便会再次对他们采取某种反叛行动。
§3.70.5πρὸς δὲ τούτοις αὐτὸς ὑγιασθεὶς ἐκ τοῦ τραύματος ἀληθινὴν παρέξεσθαι χρείαν ἤλπιζε τοῖς κοινοῖς πράγμασιν.
此外,他希望自己一旦从伤痛中康复,就能对国家的共同事业提供真正的协助。
§3.70.6διὸ καὶ τοιούτοις χρώμενος λογισμοῖς μένειν ἠξίου τὸν Τεβέριον ἐπὶ τῶν ὑποκειμένων.
因此,基于这样的考虑,他敦促提贝里乌斯维持现状。
§3.70.7ὁ δὲ προειρημένος ᾔδει μὲν ἕκαστα τούτων ἀληθινῶς λεγόμενα καὶ δεόντως, ὑπὸ δὲ τῆς φιλοδοξίας ἐλαυνόμενος καὶ καταπιστεύων τοῖς πράγμασι παραλόγως ἔσπευδεν κρῖναι διʼ αὑτοῦ τὰ ὅλα καὶ μήτε τὸν Πόπλιον δύνασθαι παρατυχεῖν τῇ μάχῃ μήτε τοὺς ἐπικαθισταμένους στρατηγοὺς φθάσαι παραλαβόντας τὴν ἀρχήν· οὗτος γὰρ ἦν ὁ χρόνος.
然而,前述的提贝里乌斯虽然知道这些话句句属实且极为得当,但因虚荣心驱使,且对形势盲目乐观,急于靠自己决出胜负,既不想让普布里乌斯赶上这场交战,也不想让即将接任的将军们在接掌权力前占得先机;因为此时正是交接的时期。
§3.70.8διόπερ οὐ τὸν τῶν πραγμάτων καιρὸν ἐκλεγόμενος ἀλλὰ τὸν ἴδιον ἔμελλε τοῦ δέοντος σφαλήσεσθαι προφανῶς.
因而,由于他选择的不是客观形势的时机而是私人的时机,显然注定要在应尽的职责上遭受惨败。
§3.70.9ὁ δʼ Ἀννίβας παραπλησίους ἔχων ἐπινοίας Ποπλίῳ περὶ τῶν ἐνεστώτων κατὰ τοὐναντίον ἔσπευδε συμβαλεῖν τοῖς πολεμίοις, θέλων μὲν πρῶτον ἀκεραίοις ἀποχρήσασθαι ταῖς τῶν Κελτῶν ὁρμαῖς,
而汉尼拔对当前的局势持有与普布里乌斯相似的看法,相反,他急于与敌军交战。
§3.70.10δεύτερον ἀνασκήτοις καὶ νεοσυλλόγοις συμβαλεῖν τοῖς τῶν Ῥωμαίων στρατοπέδοις, τρίτον ἀδυνατοῦντος ἔτι τοῦ Ποπλίου ποιήσασθαι τὸν κίνδυνον, τὸ δὲ μέγιστον, πράττειν τι καὶ μὴ προΐεσθαι διὰ κενῆς τὸν χρόνον.
他首先希望在凯尔特人的热忱尚未减退时充分利用它们,其次是在罗马军团尚未经受训练且是新兵的情况下与其交战,第三是在普布里乌斯仍然无法视事时进行决战,而最重要的一点是,采取行动而不虚度时光。
§3.70.11τῷ γὰρ εἰς ἀλλοτρίαν καθέντι χώραν στρατόπεδα καὶ παραδόξοις ἐγχειροῦντι πράγμασιν εἷς τρόπος ἐστὶν οὗτος σωτηρίας, τὸ συνεχῶς καινοποιεῖν ἀεὶ τὰς τῶν συμμάχων ἐλπίδας.
因为对于一个将军队开入异国领土并从事险恶事业的人来说,唯一的生存之道就是不断且始终更新盟友的希望。
§3.70.12Ἀννίβας μὲν οὖν εἰδὼς τὴν ἐσομένην ὁρμὴν
于是,汉尼拔预料到了即将到来的进攻……