§3.71.1τοῦ Τεβερίου πρὸς τούτοις ἦν.
提贝里乌斯的进攻,便专注于这些应对工作。
πάλαι δὲ συνεωρακὼς μεταξὺ τῶν στρατοπέδων τόπον ἐπίπεδον μὲν καὶ ψιλόν, εὐφυῆ δὲ πρὸς ἐνέδραν διά τι ῥεῖθρον ἔχον ὀφρῦν, ἐπὶ δὲ ταύτης ἀκάνθας καὶ βάτους συνεχεῖς ἐπιπεφυκότας, ἐγίνετο πρὸς τῷ στρατηγεῖν τοὺς ὑπεναντίους.
此外,他早就发现在两军营地之间有一块平坦且开阔的土地,但因有一条带堤岸的溪流,堤岸上长满了茂密的荆棘和灌木,因而非常适合设伏。 于是他开始着手对敌人施展计谋。
§3.71.2ἔμελλεν δʼ εὐχερῶς λήσειν·
他的行动很容易瞒过敌人的耳目。
οἱ γὰρ Ῥωμαῖοι πρὸς μὲν τοὺς ὑλώδεις τόπους ὑπόπτως εἶχον διὰ τὸ τοὺς Κελτοὺς ἀεὶ τιθέναι τὰς ἐνέδρας ἐν τοῖς τοιούτοις χωρίοις, τοῖς δʼ ἐπιπέδοις καὶ ψιλοῖς ἀπεπίστευον, §3.71.3οὐκ εἰδότες ὅτι καὶ πρὸς τὸ λαθεῖν καὶ πρὸς τὸ μηδὲν παθεῖν τοὺς ἐνεδρεύσαντας εὐφυέστεροι τυγχάνουσιν ὄντες τῶν ὑλωδῶν διὰ τὸ δύνασθαι μὲν ἐκ πολλοῦ προορᾶν πάντα τοὺς ἐνεδρεύοντας, εἶναι δʼ ἐπιπροσθήσεις ἱκανὰς ἐν τοῖς πλείστοις τόποις.
因为罗马人对于树木茂密的地方总是心存戒备,因为凯尔特人总是在这种地方设伏,而对于平坦开阔的地方,他们则完全不加防备,他们不知道,对于设伏者来说,无论是为了隐蔽还是为了免受伤害,这种地方实际上比树木茂密的地方更为合适,因为设伏者不仅能从远处看清一切,而且在大多数地方都有充足的遮蔽物。
§3.71.4τὸ γὰρ τυχὸν ῥεῖθρον μετὰ βραχείας ὀφρύος, ποτὲ δὲ κάλαμοι καὶ πτέρεις καί τι γένος ἀκανθῶν, οὐ μόνον πεζοὺς ἀλλὰ καὶ τοὺς ἱππεῖς ἐνίοτε δύναται κρύπτειν, ἐὰν βραχέα τις προνοηθῇ τοῦ τὰ μὲν ἐπίσημα τῶν ὅπλων ὕπτια τιθέναι πρὸς τὴν γῆν, τὰς δὲ περικεφαλαίας ὑποτιθέναι τοῖς ὅπλοις.
因为任何带有矮堤的普通水道,或是芦苇、蕨类以及某种荆棘,只要稍加注意,将武器显眼的部分平放在地上,并将头盔藏在盾牌下方,不仅能隐藏步兵,有时甚至连骑兵也能隐藏。
§3.71.5πλὴν ὅ γε τῶν Καρχηδονίων στρατηγὸς κοινολογηθεὶς Μάγωνι τἀδελφῷ καὶ τοῖς συνέδροις περὶ τοῦ μέλλοντος ἀγῶνος, συγκατατιθεμένων αὐτῷ πάντων ταῖς ἐπιβολαῖς, §3.71.6ἅμα τῷ δειπνοποιήσασθαι τὸ στρατόπεδον ἀνακαλεσάμενος Μάγωνα τὸν ἀδελφόν, ὄντα νέον μὲν ὁρμῆς δὲ πλήρη καὶ παιδομαθῆ περὶ τὰ πολεμικά, συνέστησε τῶν ἱππέων ἄνδρας ἑκατὸν καὶ πεζοὺς τοὺς ἴσους.
无论如何,迦太基将军就即将到来的战斗与他的弟弟马戈及谋士们商议,在大家均赞同他的计划后,待军队吃过晚饭,他便召来年轻、朝气蓬勃且自幼受过军事训练的弟弟马戈,分配给他一百名骑兵和同等数量的步兵。
§3.71.7ἔτι δὲ τῆς ἡμέρας οὔσης ἐξ ὅλου τοῦ στρατοπέδου σημηνάμενος τοὺς εὐρωστοτάτους παρηγγέλκει δειπνοποιησαμένους ἥκειν ἐπὶ τὴν αὑτοῦ σκηνήν.
趁着天还亮,他从全军中挑选出最强壮的战士,命令他们吃过晚饭后到他的帐篷来。
§3.71.8παρακαλέσας δὲ καὶ παραστήσας τούτοις τὴν πρέπουσαν ὁρμὴν τῷ καιρῷ παρήγγελλε δέκα τοὺς ἀνδρωδεστάτους ἕκαστον ἐπιλεξάμενον ἐκ τῶν ἰδίων τάξεων ἥκειν εἴς τινα τόπον τακτὸν ἤδη τῆς στρατοπεδείας.
他向他们作了动员,激发了适合当时情况的斗志,随后命令他们每个人从自己的队伍中挑选出十名最勇敢的战士,到营地里已经指定的一个地方集合。
§3.71.9τῶν δὲ πραξάντων τὸ συνταχθέν, τούτους μὲν ὄντας ἱππεῖς χιλίους καὶ πεζοὺς ἄλλους τοσούτους ἐξαπέστειλε νυκτὸς εἰς τὴν ἐνέδραν, συστήσας ὁδηγοὺς καὶ τἀδελφῷ διαταξάμενος περὶ τοῦ καιροῦ τῆς ἐπιθέσεως·
当他们执行完命令后,他在夜间将这批由一千名骑兵和同等数量的步兵组成的部队派往设伏地点,并为他们配备了向导,还向他的弟弟交代了进攻的时机。
§3.71.10αὐτὸς δʼ ἅμα τῷ φωτὶ τοὺς Νομαδικοὺς ἱππεῖς συναγαγών, ὄντας φερεκάκους διαφερόντως, παρεκάλεσε καί τινας δωρεὰς ἐπαγγειλάμενος τοῖς ἀνδραγαθήσασι προσέταξε πελάσαντας τῷ τῶν ἐναντίων χάρακι κατὰ σπουδὴν ἐπιδιαβαίνειν τὸν ποταμὸν καὶ προσακροβολιζομένους κινεῖν τοὺς πολεμίους, βουλόμενος ἀναρίστους καὶ πρὸς τὸ μέλλον ἀπαρασκεύους λαβεῖν τοὺς ὑπεναντίους.
拂晓时,他亲自召集了特别能吃苦耐劳的努米底亚骑兵,对他们进行动员,并向立功者许诺赏赐,命令他们逼近敌军的营垒,迅速渡过河,并通过骚扰交战来引诱敌人出击,以此在敌军尚未吃早饭、对即将发生的事情毫无准备时将其捕获。
§3.71.11τοὺς δὲ λοιποὺς ἡγεμόνας ἁθροίσας ὁμοίως παρεκάλεσε πρὸς τὸν κίνδυνον καὶ πᾶσιν ἀριστοποιεῖσθαι παρήγγειλε καὶ περὶ τὴν τῶν ὅπλων καὶ τῶν ἵππων γίνεσθαι θεραπείαν.
同样,他召集了其余的军官,动员他们准备战斗,并吩咐所有人吃早饭,做好武器和马匹的保养。