Humanitext Reader

波利比奥斯 · 历史 §3.68.1-3.68.15

渡过特雷比亚河与提贝里乌斯军会师

第 227 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯撤退并渡过特雷比亚斯河,汉尼拔试图追击,但罗马主力成功渡河。提贝里乌斯的军团穿过罗马城与普布利乌斯会师,两位将军共同商讨对策。

§3.68.1ὀχυρότητι καὶ τοῖς παροικοῦσι τῶν συμμάχων.
坚固以及居住在附近的盟友。
Ἀννίβας δὲ τὴν ἀναζυγὴν αὐτῶν ἐπιγνοὺς παραυτίκα μὲν τοὺς Νομαδικοὺς ἱππεῖς ἐξαπέστελλε, μετʼ οὐ πολὺ δὲ τοὺς ἄλλους· τούτοις δʼ ἐκ ποδὸς τὴν δύναμιν ἔχων αὐτὸς εἵπετο κατόπιν.
汉尼拔得知他们撤退,立即派遣了努米底亚骑兵,不久之后又派出了其他骑兵;而他自己则率领主力紧随其后。
§3.68.2οἱ μὲν οὖν Νομάδες εἰς ἔρημον τὴν στρατοπεδείαν ἐμπεσόντες ταύτην ἐνεπίμπρασαν.
于是,努米底亚人冲进空无一人的营地,并将其付之一炬。
§3.68.3ὃ δὴ καὶ σφόδρα συνήνεγκε τοῖς Ῥωμαίοις, ὡς εἴπερ οὗτοι κατὰ πόδας ἀκολουθήσαντες συνῆψαν ταῖς ἀποσκευαῖς, πολλοὺς ἂν αὐτῶν ὑπὸ τῶν ἱππέων ἐν τοῖς ἐπιπέδοις συνέβη διαφθαρῆναι.
这确实对罗马人极为有利;因为如果他们紧追不舍并追上辎重队,那么在平原地带,许多罗马人势必会被骑兵消灭。
§3.68.4νῦν δʼ οἱ πλείους ἔφθασαν διαβάντες τὸν Τρεβίαν ποταμόν· τῶν δὲ καταλειφθέντων ἐπὶ τῆς οὐραγίας οἱ μὲν διεφθάρησαν, οἱ δὲ ζῶντες ἑάλωσαν ὑπὸ τῶν Καρχηδονίων.
但事实上,大多数人都已先一步渡过了特雷比亚斯河;而在留在后卫的人中,有些被消灭,有些则被迦太基人生擒。
§3.68.5Πόπλιος μὲν οὖν διαβὰς τὸν προειρημένον ποταμὸν ἐστρατοπέδευσε περὶ τοὺς πρώτους λόφους §3.68.6καὶ περιλαβὼν τάφρῳ καὶ χάρακι τὴν παρεμβολὴν ἀνεδέχετο μὲν τὸν Τεβέριον καὶ τὰς μετʼ ἐκείνου δυνάμεις, ἐθεράπευε δʼ αὑτὸν ἐπιμελῶς, σπουδάζων εἰ δύναιτο κοινωνῆσαι τοῦ μέλλοντος κινδύνου.
普布利乌斯渡过上述河流,在第一批丘陵周围安营扎寨,并在营地周围筑起战壕和栅栏,一方面等待提贝里乌斯及其麾下军队的到来,另一方面精心调理身体,渴望能尽可能地参与即将到来的战斗。
§3.68.7Ἀννίβας δὲ περὶ τετταράκοντα σταδίους ἀποσχὼν τῶν πολεμίων αὐτοῦ κατεστρατοπέδευσε.
汉尼拔在距离敌人约四十斯塔迪翁的地方安营扎寨。
§3.68.8τὸ δὲ τῶν Κελτῶν πλῆθος τὸ τὰ πεδία κατοικοῦν, συνεξεστηκὸς ταῖς τῶν Καρχηδονίων ἐλπίσι, δαψιλῶς μὲν ἐχορήγει τὸ στρατόπεδον τοῖς ἐπιτηδείοις, ἕτοιμον δʼ ἦν παντὸς κοινωνεῖν ἔργου καὶ κινδύνου τοῖς περὶ τὸν Ἀννίβαν.
居住在平原上的大量凯尔特人,对迦太基人的希望兴奋不已,不仅为营地提供了丰富的物资,而且准备与汉尼拔及其部下共担一切任务与危险。
§3.68.9οἱ δʼ ἐν τῇ Ῥώμῃ, προσπεπτωκότων τῶν κατὰ τὴν ἱππομαχίαν, ἐξενίζοντο μὲν τῷ τὸ συμβεβηκὸς εἶναι παρὰ τὴν προσδοκίαν, οὐ μὴν ἠπόρουν γε σκήψεων πρὸς τὸ μὴ δοκεῖν αὐτοῖς ἧτταν εἶναι τὸ γεγονός, §3.68.10ἀλλʼ οἱ μὲν ᾐτιῶντο τὴν τοῦ στρατηγοῦ προπέτειαν, οἱ δὲ τὴν τῶν Κελτῶν ἐθελοκάκησιν, στοχαζόμενοι διὰ τῆς τελευταίας ἀποστάσεως.
罗马城里的人听到有关骑兵战的消息后,虽然对这出乎意料的变故感到惊异,但也绝不缺少借口,以使所发生的事情在他们看来不像是失败;于是,一些人归咎于将军的轻率,另一些人则归咎于凯尔特人的故意怠工,并从他们最近的叛离中推测这一点。
§3.68.11καθόλου δὲ τῶν πεζικῶν στρατοπέδων ἀκεραίων ὄντων ἀκεραίους εἶναι διελάμβανον τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας.
总体而言,只要步兵军团完好无损,他们就认为全局的希望同样完好。
§3.68.12ὅθεν καὶ συνάψαντος τοῦ Τεβερίου καὶ τῶν μετʼ ἐκείνου στρατοπέδων καὶ διαπορευομένων διὰ τῆς Ῥώμης, ἐξ ἐπιφανείας ἐδόξαζον κριθήσεσθαι τὴν μάχην.
因此,当提贝里乌斯和他的军团会合、并穿过罗马城时,人们从其威武的外表推测战争将见分晓。
§3.68.13ἁθροισθέντων δὲ τῶν στρατιωτῶν κατὰ τὸν ὅρκον εἰς Ἀρίμινον, ἀναλαβὼν αὐτοὺς ὁ στρατηγὸς προῆγε, σπεύδων συνάψαι τοῖς περὶ τὸν Πόπλιον.
当士兵们按照誓言在阿里米努姆集结时,将军率领他们前进,急于与普布利乌斯会合。
§3.68.14συμμίξας δὲ καὶ καταστρατοπεδεύσας παρʼ αὐτοῖς ταῖς οἰκείαις δυνάμεσι τὸ μὲν πλῆθος ἀνελάμβανε τῶν ἀνδρῶν, ὡς ἂν ἐκ Λιλυβαίου τετταράκοντα συνεχῶς ἡμέρας πεπεζοπορηκότων εἰς Ἀρίμινον, τὰς δὲ παρασκευὰς ἐποιεῖτο πάσας ὡς πρὸς μάχην, §3.68.15αὐτὸς δʼ ἐπιμελῶς συνήδρευε τῷ Ποπλίῳ, τὰ μὲν ἤδη γεγονότα πυνθανόμενος, περὶ δὲ τῶν παρόντων συνδιανοούμενος.
会师后,他率领自己的军队在他们旁边安营扎寨,一方面休整那些从莉莉贝乌姆连续行军四十天到达阿里米努姆的士兵,另一方面做好了战斗的一切准备,他自己则与普布利乌斯紧密会商,询问已经发生的事情,并共同商讨当前的局势。

词汇与语法注释

  1. 3.68.3ὡς εἴπερ οὗτοι — 由连词 ὡς(“因为”)引导的虚拟条件句(与过去事实相反)。条件从句的主语 οὗτοι(“他们”)指前句的“努米底亚人”,主句的谓语是非人称动词 συνέβη(“……的事情本会发生”),其主语是带対格的不定式短语(πολλοὺς ... διαφθαρῆναι)。这解释了努米底亚人因放火烧营而耽误追击对罗马人来说是件幸事。
  2. 3.68.10στοχαζόμενοι διὰ τῆς — 现在分词 στοχαζόμενοι(“推测”)在性、数、格上与前文的 οἱ δέ(“其他人”)一致。通常动词 στοχάζομαι 直接支配属格,但在此处它与介词短语 διά + 属格连用,表示“通过……”或“基于……进行推测”。
  3. 3.68.14ὡς ἂν ἐκ Λιλυβαίου — 连词 ὡς 编织(或 ὡς 压修饰)完成时分词的属格独立结构(逻辑主语为省略的 τῶν ἀνδρῶν / αὐτῶν)。这表示主句主语(提贝里乌斯)的主观想法,或作者对“正因为他们已经连续行军……”这一原因或预设情况的合理推论,而非单纯陈述客观事实。

引用这一段

波利比奥斯, 历史 §3.68.1-3.68.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.68.1-3.68.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。