Humanitext Reader

波利比奥斯 · 历史 §3.64.1-3.64.11

普布利乌斯下令架桥与鼓舞士气的演说

第 223 段,共 1311 段 · 希腊语

内容简介

罗马执政官普布利乌斯在渡过波河并下令在提基努斯河架桥后,向士兵发表讲话,强调罗马对迦太基的优势以及汉尼拔军队的疲惫,以此确保胜利并极大鼓舞了士气。

§3.64.1Πόπλιος δὲ περὶ τὰς αὐτὰς ἡμέρας τὸν Πάδον ποταμὸν ἤδη πεπεραιωμένος, τὸν δὲ Τίκινον κρίνων εἰς τοὔμπροσθεν διαβαίνειν, τοῖς μὲν ἐπιτηδείοις γεφυροποιεῖν παρήγγειλε, τὰς δὲ λοιπὰς δυνάμεις συναγαγὼν παρεκάλει.
普布利乌斯在大约同一时期已经渡过了波河,并决定渡过提基努斯河以继续前进。 他命令合适的人员建造桥梁,并集结其余的军队,对他们进行鼓舞。
§3.64.2τὰ μὲν οὖν πολλὰ τῶν λεγομένων ἦν περί τε τοῦ τῆς πατρίδος ἀξιώματος καὶ τῶν προγονικῶν πράξεων, τὰ δὲ τοῦ παρεστῶτος καιροῦ τοιάδε.
他所说的大部分内容是关于祖国的尊严和先祖的功绩,而针对眼前局势的内容则如下。
§3.64.3ἔφη γὰρ δεῖν καὶ μηδεμίαν μὲν εἰληφότας πεῖραν ἐπὶ τοῦ παρόντος τῶν ὑπεναντίων, αὐτὸ δὲ τοῦτο γινώσκοντας ὅτι μέλλουσι πρὸς Καρχηδονίους κινδυνεύειν, ἀναμφισβήτητον ἔχειν τὴν τοῦ νικᾶν ἐλπίδα, §3.64.4καὶ καθόλου δεινὸν ἡγεῖσθαι καὶ παράλογον, εἰ τολμῶσι Καρχηδόνιοι Ῥωμαίοις ἀντοφθαλμεῖν, πολλάκις μὲν ὑπʼ αὐτῶν ἡττημένοι, πολλοὺς δʼ ἐξενηνοχότες φόρους, μόνον δʼ οὐχὶ δουλεύοντες αὐτοῖς ἤδη τοσούτους χρόνους.
因为他说,即使目前对对手毫无经验,但仅仅知道他们即将与迦太基人决战这一事实,就应当对胜利抱有毋庸置疑的信心,并且总的说来,如果迦太基人竟敢与罗马人对视,应当被视为一件可怕且不合情理的事,因为他们曾多次被罗马人击败,缴纳了大量贡赋,并且这么多年来几乎等同于他们的奴隶。
§3.64.5ὅταν δέ, χωρὶς τῶν προειρημένων, καὶ τῶν νῦν παρόντων ἀνδρῶν ἔχωμεν ἐπὶ ποσὸν πεῖραν ὅτι μόνον οὐ τολμῶσι κατὰ πρόσωπον ἰδεῖν ἡμᾶς, τίνα χρὴ διάληψιν ποιεῖσθαι περὶ τοῦ μέλλοντος τοὺς ὀρθῶς λογιζομένους;
况且,除了上述情况之外,当我们对目前面对的这些人也已有了一定程度的经验,知道他们几乎不敢正视我们时,凡是通情达理的人,对未来应该做出怎样的判断呢?
§3.64.6καὶ μὴν οὔτε τοὺς ἱππεῖς συμπεσόντας τοῖς παρʼ αὑτῶν ἱππεῦσι περὶ τὸν Ῥοδανὸν ποταμὸν ἀπαλλάξαι καλῶς, ἀλλὰ πολλοὺς ἀποβαλόντας αὑτῶν φυγεῖν αἰσχρῶς μέχρι τῆς ἰδίας παρεμβολῆς,
事实上,他们的骑兵在罗讷河附近与我们的骑兵相遇时,未能体面地脱身,反而损失了许多人,狼狈地逃回了自己的营地。
§3.64.7τόν τε στρατηγὸν αὐτῶν καὶ τὴν σύμπασαν δύναμιν ἐπιγνόντας τὴν παρουσίαν τῶν ἡμετέρων στρατιωτῶν φυγῇ παραπλησίαν ποιήσασθαι τὴν ἀποχώρησιν καὶ παρὰ τὴν αὑτῶν προαίρεσιν διὰ τὸν φόβον κεχρῆσθαι τῇ διὰ τῶν Ἄλπεων πορείᾳ.
而且他们的将军和整个军队在察觉到我们士兵的存在后,进行了类似于逃跑的撤退,并且由于恐惧,违背他们自己的意愿而采取了穿越阿尔卑斯山的路线。
§3.64.8παρεῖναι δὲ καὶ νῦν ἔφη τὸν Ἀννίβαν, κατεφθαρκότα μὲν τὸ πλεῖστον μέρος τῆς δυνάμεως, τὸ δὲ περιλειπόμενον ἀδύνατον καὶ δύσχρηστον ἔχοντα διὰ τὴν κακουχίαν, ὁμοίως δὲ καὶ τῶν ἵππων τοὺς μὲν πλείστους ἀπολωλεκότα, τοὺς δὲ λοιποὺς ἠχρειωκότα διὰ τὸ μῆκος καὶ τὴν δυσχέρειαν τῆς ὁδοῦ.
他还说,汉尼拔如今虽然在这里,但他已经损失了大半军队,而剩下的人也因一路上备受折磨而虚弱无用;同样,他的战马也大多丧失,其余的也因为旅途的漫长和艰难而失去了作用。
§3.64.9διʼ ὧν ἐπιδεικνύειν ἐπειρᾶτο διότι μόνον ἐπιφανῆναι δεῖ τοῖς πολεμίοις.
通过这些,他试图向士兵们证明,他们只需要在敌人面前现身就足够了。
§3.64.10μάλιστα δʼ ἠξίου θαρρεῖν αὐτοὺς βλέποντας εἰς τὴν αὑτοῦ παρουσίαν· οὐδέποτε γὰρ ἂν ἀπολιπὼν τὸν στόλον καὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, ἐφʼ ἃς ἀπεστάλη, δεῦρο μετὰ τοιαύτης ἐλθεῖν σπουδῆς, εἰ μὴ καὶ λίαν ἐκ τῶν κατὰ λόγον ἑώρα τὴν πρᾶξιν ταύτην ἀναγκαίαν μὲν οὖσαν τῇ πατρίδι, πρόδηλον δʼ ἐν αὐτῇ τὴν νίκην ὑπάρχουσαν.
他特别要求他们看到他本人在场而鼓起勇气:因为,如果他不是根据合理的推论,极其清楚地看到这一行动对祖国既不可或缺,且胜利已是显而易见,他决不会放弃自己被派去执行任务的舰队和在伊比利亚的军事行动,如此行色匆匆地来到这里。
§3.64.11πάντων δὲ καὶ διὰ τὴν τοῦ λέγοντος πίστιν καὶ διὰ τὴν τῶν λεγομένων ἀλήθειαν ἐκθύμως ἐχόντων πρὸς τὸ κινδυνεύειν, ἀποδεξάμενος αὐτῶν τὴν ὁρμὴν διαφῆκε, προσπαρακαλέσας ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλόμενον.
由于对说话者的信任以及所言属实,所有人都对面临危险充满了热忱,普布利乌斯肯定了他们的斗志并遣散了他们,同时进一步要求他们做好准备,随时听候命令。

词汇与语法注释

  1. §3.64.3ἔφη γὰρ δεῖν — 在动词 `ἔφη`(他说)引导的间接引语中,置入了无人称动词的不定式 `δεῖν`(必须),进而支配不定式 `ἔχειν`(抱有)。分词 `εἰληφότας` 和 `γινώσκοντας` 与 `ἔχειν` 省略的逻辑主语(宾格复数“士兵们”)保持一致。
  2. §3.64.6ἀπαλλάξαι — 不定式 `ἀπαλλάξαι` 在此作不及物动词(带有中动意义),意为“(从战斗或困境中)脱身、离开”,宾格的 `τοὺς 批鞚`(这里为 `τοὺς ἱππεῖς`,即骑兵们)是其逻辑主语。
  3. §3.64.8παρεῖναι δὲ καὶ νῦν ἔφη τὸν Ἀννίβαν — 在间接引语中,宾格的 `τὸν Ἀννίβαν` 作不定式 `παρεῖναι`(在场)的逻辑主语。因此,后续的分词 `κατεφθαρκότα`、`ἔχοντα`、`ἀπολωλεκότα` 和 `ἠχρειωκότα` 均为宾格,以与 `τὸν Ἀννίβαν` 保持一一致。
  4. §3.64.10οὐδέποτε γὰρ ἂν ... ἐλθεῖν — 表示与过去事实相反的虚拟条件句在间接引语(宾格与不定式)中的表达。直接引语中的 `οὐδέποτε 乘 ἦλθον`(我决不会来)在 `ἔφη` 的支配下变为了带有 `ἄν` 的不定式 `ἐλθεῖν`,对应于条件从句 `εἰ μὴ ... ἑώρα`(直陈式未完成过去时)。

引用这一段

波利比奥斯, 历史 §3.64.1-3.64.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.64.1-3.64.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。