Humanitext Reader

波利比奥斯 · 历史 §3.62.1-3.62.11

汉尼拔安排俘虏决斗以激励全军

第 221 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔与普布利乌斯各自准备鼓舞军队。汉尼拔在阿尔卑斯俘虏中举行单挑决斗,通过生者得赏、死者免受折磨的结果,向士兵展示生死对比以唤起斗志。

§3.62.1κατὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη συνεγγίζοντες ἀλλήλοις Ἀννίβας καὶ Πόπλιος ἐπεβάλοντο παρακαλεῖν τὰς ἑαυτῶν δυνάμεις, ἑκάτερος προθέμενος τὰ πρέποντα τοῖς παροῦσι καιροῖς.
在这时候,汉尼拔和普布利乌斯已经彼此临近,他们企图鼓舞各自的军队,每个人心里都准备好了适合当前形势的话语。
§3.62.2Ἀννίβας μὲν οὖν διὰ τοιοῦδέ τινος ἐνεχείρει τρόπου ποιεῖσθαι τὴν παραίνεσιν.
于是,汉尼拔尝试用以下这样的一种方式来进行他的劝勉。
§3.62.3συναγαγὼν γὰρ τὰ πλήθη παρήγαγεν νεανίσκους τῶν αἰχμαλώτων, οὓς εἰλήφει κακοποιοῦντας τὴν πορείαν ἐν ταῖς περὶ τὰς Ἄλπεις δυσχωρίαις.
因为他召集了部众,带来了俘虏中的一些年轻人,这些人是他之前在阿尔卑斯山脉周围的险要地带阻碍其行军时所俘获的。
§3.62.4τούτους δὲ κακῶς διετίθετο, παρασκευαζόμενος πρὸς τὸ μέλλον· καὶ γὰρ δεσμοὺς εἶχον βαρεῖς καὶ τῷ λιμῷ συνέσχηντο, καὶ ταῖς πληγαῖς αὐτῶν τὰ σώματα διέφθαρτο.
他为了将来的打算而严酷地对待这些人;因为他们戴着沉重的锁链,备受饥饿折磨,身体也因鞭打而残破不堪。
§3.62.5καθίσας οὖν τούτους εἰς τὸ μέσον προέθηκε πανοπλίας Γαλατικάς, οἵαις εἰώθασιν οἱ βασιλεῖς αὐτῶν, ὅταν μονομαχεῖν μέλλωσιν, κατακοσμεῖσθαι· πρὸς δὲ τούτοις ἵππους παρέστησε καὶ σάγους εἰσήνεγκε πολυτελεῖς.
于是他让这些人坐在中间,在他们面前摆出高卢式的全套盔甲,那是他们的国王在准备进行单挑时惯于穿戴的;此外,他还拉来马匹,并拿出了奢华的军用斗篷。
§3.62.6κἄπειτα τῶν νεανίσκων ἤρετο τίνες αὐτῶν βούλονται διαγωνίσασθαι πρὸς ἀλλήλους ἐφʼ ᾧ τὸν μὲν νικήσαντα τὰ προκείμενα λαμβάνειν ἆθλα, τὸν δʼ ἡττηθέντα τῶν παρόντων ἀπηλλάχθαι κακῶν, τελευτήσαντα τὸν βίον.
接着,他询问这些年轻人,其中有谁愿意互相决斗,条件是:获胜者将获得摆在眼前的奖赏,而失败者则通过结束生命来摆脱眼前的痛苦。
§3.62.7πάντων δʼ ἀναβοησάντων ἅμα καὶ δηλούντων ὅτι βούλονται μονομαχεῖν, κληρώσασθαι προσέταξε καὶ δύο τοὺς λαχόντας καθοπλισαμένους ἐκέλευσε μάχεσθαι πρὸς ἀλλήλους.
当所有人同时大声呼喊并表示愿意进行单挑时,他命令他们抽签,并让中签的两个人穿戴好盔甲,互相决斗。
§3.62.8παραυτίκα μὲν οὖν ἀκούσαντες οἱ νεανίσκοι ταῦτα καὶ τὰς χεῖρας ἐξαίροντες εὔχοντο τοῖς θεοῖς, σπεύδων ἕκαστος αὐτὸς γενέσθαι τῶν λαχόντων.
于是,年轻人一听此言,立刻举起双手向神明祈祷,每个人都急切地希望自己能成为中签者。
§3.62.9ἐπεὶ δʼ ἐδηλώθη τὰ κατὰ τὸν κλῆρον, ἦσαν οἱ μὲν εἰληχότες περιχαρεῖς, οἱ δʼ ἄλλοι τοὐναντίον.
当抽签的结果公布时,那些中签的人欣喜若狂,而其他人则相反。
§3.62.10γενομένης δὲ τῆς μάχης οὐχ ἧττον ἐμακάριζον οἱ περιλειπόμενοι τῶν αἰχμαλώτων τὸν τεθνεῶτα τοῦ νενικηκότος, ὡς πολλῶν καὶ μεγάλων κακῶν ἐκείνου μὲν ἀπολελυμένου, σφᾶς δʼ αὐτοὺς ἀκμὴν ὑπομένοντας.
决斗结束之后,其余幸存的俘虏对死者的羡慕不亚于对获胜者的羡慕,因为前者已经摆脱了许多重大的痛苦,而他们自己却还要继续忍受。
§3.62.11ἦν δὲ παραπλησία καὶ περὶ τοὺς πολλοὺς τῶν Καρχηδονίων ἡ διάληψις· ἐκ παραθέσεως γὰρ θεωρουμένης τῆς τῶν ἀγομένων καὶ ζώντων ταλαιπωρίας, τούτους μὲν ἠλέουν, τὸν δὲ τεθνεῶτα πάν
在大多数迦太基人当中也有着相似的看法;因为通过对比观察那些被带走且活着的俘虏的悲惨境遇,他们怜悯这些人,而对那死去的人则全……

词汇与语法注释

  1. §3.62.1ἐπεβάλοντο παρακαλεῖν — 动词 `ἐπεβάλοντο`(`ἐπιβάλλομαι` 的不定过去时中间介词)在此与不定式 `παρακαλεῖν` 连用,表示“着手于”或“企图”鼓舞。
  2. §3.62.6ἐφʼ ᾧ — 这是一个引入条件(“在……条件下”)的连词性短语,引导带对格主语的不定式结构:`τὸν μὲν νικήσαντα` 作为 `λαμβάνειν` 的逻辑主语,`τὸν δʼ ἡττηθέντα` 作为 `ἀπηλλάχθαι` 的逻辑主语。
  3. §3.62.10τοῦ νενικηκότος — 比较属格。与前文的 `οὐχ ἧττον`(不亚于)连用,表示“对死者的羡慕不亚于对获胜者”。
  4. §3.62.11θεωρουμένης τῆς ... ταλαιπωρίας — 属格独立结构(Genitive Absolute)。`τῆς ταλαιπωρίας`(悲惨境遇)为逻辑主语,分词 `θεωρουμένης`(被观察)为谓语,表示原因或伴随情况(“因为……的悲惨境遇被观察到”)。

引用这一段

波利比奥斯, 历史 §3.62.1-3.62.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.62.1-3.62.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。