Humanitext Reader

波利比奥斯 · 历史 §3.46.1-3.46.12

汉尼拔军队运送战象渡过罗讷河

第 205 段,共 1311 段 · 希腊语

内容简介

详细描述了汉尼拔军队运送大象渡过罗讷河的方法。他们将多只木筏拼接并铺上泥土模拟陆路引导大象,最后用小船拖曳木筏运送;部分大象虽因惊慌落水,但凭借长鼻呼吸得以幸存。

§3.46.1ἡ διακομιδὴ τῶν θηρίων τοιαύτη τις.
运送大象的方法如下。
πήξαντες σχεδίας καὶ πλείους ἀραρότως, τούτων δύο πρὸς ἀλλήλας ζεύξαντες βιαίως ἤρεισαν ἀμφοτέρας εἰς τὴν γῆν κατὰ τὴν ἔμβασιν τοῦ ποταμοῦ, πλάτος ἐχούσας τὸ συναμφότερον ὡς πεντήκοντα πόδας.
他们牢固地建造了多只木筏,将其中两只紧紧连在一起,在河流的登船处将它们固定在岸边,两只木筏的总宽度约为五十英尺。
§3.46.2ταύταις δὲ συζευγνύντες ἄλλας ἐκ τῶν ἐκτὸς προσήρμοζον, προτείνοντες τὴν κατασκευὴν τοῦ ζεύγματος εἰς τὸν πόρον.
接着,他们将其他木筏从外侧拼接其上,使这座桥梁结构向水道中延伸。
§3.46.3τὴν δʼ ἀπὸ τοῦ ῥεύματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἐκ τῆς γῆς ἐπιγύοις, εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτοντες, πρὸς τὸ συμμένειν καὶ μὴ παρωθεῖσθαι τὸ ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ.
他们用来自陆地的缆绳固定迎着水流的一侧,将其系在岸边生长的树木上,以便整个结构能够保持稳定,不被河流冲走。
§3.46.4ποιήσαντες δὲ πρὸς δύο πλέθρα τῷ μήκει τὸ πᾶν ζεῦγμα τῆς προβολῆς, μετὰ ταῦτα δύο πεπηγυίας σχεδίας διαφερόντως [τὰς μεγίστας] προσέβαλον ταῖς ἐσχάταις, πρὸς αὑτὰς μὲν βιαίως δεδεμένας, πρὸς δὲ τὰς ἄλλας οὕτως ὥστʼ εὐδιακόπους αὐτῶν εἶναι τοὺς δεσμούς.
在将整个延伸出来的桥梁长度做到约两普勒特戎之后,他们将两只特别建造的〔最大的〕木筏连接在最末端;这两只木筏彼此紧紧相系,但与其余木筏的连接方式却便于随时切断。
ῥύματα δὲ καὶ πλείω ταύταις ἐνῆψαν, §3.46.5οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ ποταμοῦ, βίᾳ δὲ πρὸς τὸν ῥοῦν κατέχοντες παρακομιεῖν καὶ περαιώσειν ἐπὶ τούτων τὰ θηρία.
他们还在上面系了多根曳航索,借此,拖曳的小船在拉动时不会让木筏顺流漂走,而是顶着水流强行稳住,将大象载于其上运送并渡过河去。
§3.46.6μετὰ δὲ ταῦτα χοῦν ἔφερον ἐπὶ πάσας πολύν, ἕως ἐπιβάλλοντες ἐξωμοίωσαν, ὁμαλὴν καὶ σύγχρουν ποιοῦντες τῇ διὰ τῆς χέρσου φερούσῃ πρὸς τὴν διάβασιν ὁδῷ.
此后,他们在所有木筏上铺了大量的土,直到通过铺设使其看起来与陆地无异,使这条通道平坦且与通往渡口的陆路颜色一致。
§3.46.7τῶν δὲ θηρίων εἰθισμένων τοῖς Ἰνδοῖς μέχρι μὲν πρὸς τὸ ὑγρὸν ἀεὶ πειθαρχεῖν, εἰς δὲ τὸ ὕδωρ ἐμβαίνειν οὐδαμῶς ἔτι τολμώντων, ἦγον διὰ τοῦ χώματος δύο προθέμενοι θηλείας, πειθαρχούντων αὐταῖς τῶν θηρίων.
由于大象平时总是听从印度驭手的指挥直到水边,却绝不敢踏入水中,因此他们将两头雌象置于前方进行引导,大象顺从它们,从而沿着这条铺土的通道前行。
§3.46.8ἐπεὶ δʼ ἐπὶ τὰς τελευταίας ἐπέστησαν σχεδίας, διακόψαντες τοὺς δεσμούς, οἷς προσήρτηντο πρὸς τὰς ἄλλας, καὶ τοῖς λέμβοις ἐπισπασάμενοι τὰ ῥύματα ταχέως ἀπέσπασαν ἀπὸ τοῦ χώματος τά τε θηρία καὶ τὰς ὑπʼ αὐτοῖς σχεδίας.
当大象站上最后的木筏时,他们切断了连接其他木筏的绳索,用小船拉紧曳航索,迅速将大象及其下方的木筏拖离了铺土通道。
§3.46.9οὗ γενομένου διαταραχθέντα τὰ ζῷα κατὰ μὲν τὰς ἀρχὰς ἐστρέφετο καὶ κατὰ πάντα τόπον ὥρμα· περιεχόμενα δὲ πανταχόθεν ὑπὸ τοῦ ῥεύματος ἀπεδειλία καὶ μένειν ἠναγκάζετο κατὰ χώραν.
发生这一幕时,惊慌失措的动物们起初转来转去,向四处乱冲;但由于四面被水流包围,它们感到恐惧,被迫停留在原地。
§3.46.10καὶ τοιούτῳ δὴ τρόπῳ προσαρμοζομένων ἀεὶ σχεδιῶν δυεῖν, τὰ πλεῖστα τῶν θηρίων ἐπὶ τούτων διεκομίσθη, §3.46.11τινὰ δὲ κατὰ μέσον τὸν πόρον ἀπέρριψεν εἰς τὸν ποταμὸν αὑτὰ διὰ τὸν φόβον· ὧν τοὺς μὲν Ἰνδοὺς ἀπολέσθαι συνέβη πάντας, τοὺς δʼ ἐλέφαντας διασωθῆναι.
正是通过这样不断拼接两只木筏的方式,大部分大象被运送了过去,但也有一些大象在渡河中途因恐惧而自投于河中;结果所有的印度驭手都溺水而死,但大象却得以幸存。
§3.46.12διὰ γὰρ τὴν δύναμιν καὶ τὸ μέγεθος τῶν προβοσκίδων ἐξαίροντες ταύτας ὑπὲρ τὸ ὑγρὸν καὶ διαπνέοντες, ἅμα δʼ ἐκφυσῶντες πᾶν τὸ παρεμπῖπτον ἀντέσχον, τὸ πολὺ καθʼ ὕδατος ὀρθοὶ ποιούμενοι τὴν πορείαν.
因为凭借长鼻的力量和巨大,它们将长鼻举出水面并借此呼吸,同时喷出涌入的河水,得以坚持下来,尽管大部分身体没入水中,仍保持直立姿势完成了渡河。

词汇与语法注释

  1. 3.46.1πλάτος ἐχούσας τὸ συναμφότερον ὡς πεντήκοντα πόδας — 分词 ἐχούσας 为宾格复数阴性,与前面的 σχεδίας 一致。τὸ συναμφότερον 作状语性宾格(关系宾格),意为“两者合在一起”、“总共”。
  2. 3.46.4πρὸς δὲ τὰς ἄλλας οὕτως ὥστʼ εὐδιακόπους αὐτῶν εἶναι τοὺς δεσμούς — 指示副词 οὕτως 与连接词 ὥστε 呼应,引导结果从句(“以至于……”)。不定式 εἶναι 作为 ὥστε 从句的主动词,其主语为宾格的 τοὺς δεσμούς。
  3. 3.46.5οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ ποταμοῦ — 关系代词 οἷς(与格复数中性)以上文的 ῥύματα 为先行词,表示工具与格(“借由它们”)。助动词 ἔμελλον 带有将来不定式 οὐκ ἐάσειν(以及后文的 παρακομιεῖν 和 περαιώσειν)作为补足语,表示意图或预定(“本打算……”)。
  4. 3.46.11ὧν τοὺς μὲν Ἰνδοὺς ἀπολέσθαι συνέβη πάντας — 无人称动词 συνέβη(“结果是……”)以宾格加不定式短语 τοὺς μὲν Ἰνδοὺς ἀπολέσθαι πάντας 作为其主语。关系代词属格 ὧν 是部分属格(“在他们之中”),指代整体中作为一部分的“印度驭手们”。

引用这一段

波利比奥斯, 历史 §3.46.1-3.46.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.46.1-3.46.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。