Humanitext Reader

波利比奥斯 · 历史 §3.48.1-3.48.12

汉尼拔行军的实情与史家虚妄之批判

第 207 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯批评了那些不合理描绘汉尼拔跨越阿尔卑斯山的史学家,指出他们将汉尼拔丑化为愚蠢的将领,并像悲剧作家一样依赖“机械降神”来收场。他指出汉尼拔实际上是根据对当地的细致调查以及雇佣向导而极其务实地进行了行军,并提到自己也曾亲自实地考察过该地区。

§3.48.1ἁμαρτημάτων ἐμπίπτουσι.
陷入(上述的)错误之中。
πρῶτον μὲν γὰρ ἂν τίς φανείη στρατηγὸς ἀλογιστότερος Ἀννίβου, τίς καὶ σκαιότερος ἡγεμών,
因为首先,还有谁会显得比汉尼拔更无远见,还有谁是更愚蠢的领袖呢?
§3.48.2ὃς τοσούτων ἡγούμενος δυνάμεων καὶ τὰς μεγίστας ἐλπίδας ἔχων ἐν τούτοις τοῦ κατορθώσειν τοῖς ὅλοις, οὔτε τὰς ὁδοὺς οὔτε τόπους, ὡς οὗτοί φασιν, οὔτε ποῦ πορεύεται τὸ παράπαν οὔτε πρὸς τίνας ἐγίνωσκε, §3.48.3τὸ δὲ πέρας, οὐδʼ εἰ καθόλου [τοὐναντίον] δυνατοῖς ἐπιβάλλεται πράγμασιν;
他率领如此庞大的军队,并寄托了在这些军队中取得全面成功的最大希望,却既不知道道路,也不知道地方(正如这些作家所说),甚至完全不知道自己行军去往何处,也不知去面对谁,最后,甚至根本不知道自己是否在着手进行可能成功的事情?
§3.48.4ἀλλʼ ὅπερ οἱ τοῖς ὅλοις ἐπταικότες καὶ κατὰ πάντα τρόπον ἐξαποροῦντες οὐχ ὑπομένουσιν, ὥστʼ εἰς ἀπρονοήτους καθιέναι τόπους μετὰ δυνάμεως, τοῦτο περιτιθέασιν οἱ συγγραφεῖς Ἀννίβᾳ τῷ τὰς μεγίστας ἐλπίδας ἀκεραίους ἔχοντι περὶ τῶν καθʼ αὑτὸν πραγμάτων.
然而,即使是那些在全局上遭遇惨败、在各方面都陷入绝境的人,也不会容忍带着军队陷入毫无预备的地方这种事,而历史学家们却把这种愚行强加给汉尼拔——这位对自己面临的局势抱有最大且完好希望的人。
§3.48.5ὁμοίως δὲ καὶ τὰ περὶ τῆς ἐρημίας, ἔτι δʼ ἐρυμνότητος καὶ δυσχωρίας τῶν τόπων ἔκδηλον ποιεῖ τὸ ψεῦδος αὐτῶν.
同样,关于这些地方的荒凉、以及险峻和通行困难的说法,也揭示了他们的谎言。
§3.48.6οὐχ ἱστορήσαντες γὰρ ὅτι συμβαίνει τοὺς Κελτοὺς τοὺς παρὰ τὸν Ῥοδανὸν ποταμὸν οἰκοῦντας οὐχ ἅπαξ οὐδὲ δὶς πρὸ τῆς Ἀννίβου παρουσίας, οὐδὲ μὴν πάλαι προσφάτως δέ, μεγάλοις στρατοπέδοις ὑπερβάντας τὰς Ἄλπεις παρατετάχθαι μὲν Ῥωμαίοις, συνηγωνίσθαι δὲ Κελτοῖς τοῖς τὰ περὶ τὸν Πάδον πεδία κατοικοῦσι, καθάπερ ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἐδηλώσαμεν, §3.48.7πρὸς δὲ τούτοις οὐκ εἰδότες ὅτι πλεῖστον ἀνθρώπων φῦλον κατʼ αὐτὰς οἰκεῖν συμβαίνει τὰς Ἄλπεις, ἀλλʼ ἀγνοοῦντες ἕκαστα τῶν εἰρημένων ἥρω τινά φασιν ἐπιφανέντα συνυποδεῖξαι τὰς ὁδοὺς αὐτοῖς.
因为他们没有查明,居住在罗讷河畔的凯尔特人在汉尼拔到来之前,不仅一次两次,而且并非在很久以前而是就在最近,曾率领大军跨越阿尔卑斯山,与罗马人对阵,并与居住在波河平原周边的凯尔特人并肩作战(正如我们在前文中所说明的那样),而且除此以外,他们不知道阿尔卑斯山本身就居住着极多的人口,由于对上述种种一无所知,他们竟然声称是有某位英雄显现并为他们指明了道路。
§3.48.8ἐξ ὧν εἰκότως ἐμπίπτουσιν εἰς τὸ παραπλήσιον τοῖς τραγῳδιογράφοις.
因此,他们很自然地陷入了与悲剧作家相似的境地。
καὶ γὰρ ἐκείνοις πᾶσιν αἱ καταστροφαὶ τῶν δραμάτων προσδέονται θεοῦ καὶ μηχανῆς διὰ τὸ τὰς πρώτας ὑποθέσεις ψευδεῖς καὶ παραλόγους λαμβάνειν, §3.48.9τούς τε συγγραφέας ἀνάγκη τὸ παραπλήσιον πάσχειν καὶ ποιεῖν ἥρωάς τε καὶ θεοὺς ἐπιφαινομένους, ἐπειδὰν τὰς ἀρχὰς ἀπιθάνους καὶ ψευδεῖς ὑποστήσωνται.
因为悲剧作家的所有戏剧结局都需要神明和机器,是因为他们把最初的前提设想得虚假且不合常理;而历史学家们一旦假定了不近情理且虚假的前提,也必然会遭遇类似的情况,并编造出显现的英雄与神明。
πῶς γὰρ οἷόν τε παραλόγοις ἀρχαῖς εὔλογον ἐπιθεῖναι τέλος;
因为,怎么可能给不合常理的开端安上一个合乎常理的结局呢?
§3.48.10Ἀννίβας γε μὴν οὐχ ὡς οὗτοι γράφουσιν, λίαν δὲ περὶ ταῦτα πραγματικῶς ἐχρῆτο ταῖς ἐπιβολαῖς.
然而,汉尼拔决不像这些人所写的那样,他在这些企图上非常实际地付诸行动。
§3.48.11καὶ γὰρ τὴν τῆς χώρας ἀρετήν, εἰς ἣν ἐπεβάλετο καθιέναι, καὶ τὴν τῶν ὄχλων ἀλλοτριότητα πρὸς Ῥωμαίους ἐξητάκει σαφῶς, εἴς τε τὰς μεταξὺ δυσχωρίας ὁδηγοῖς καὶ καθηγεμόσιν ἐγχωρίοις ἐχρῆτο τοῖς τῶν αὐτῶν ἐλπίδων μέλλουσι κοινωνεῖν.
因为,他已经清楚地调查了他企图降临的那片土地的肥沃,以及民众对罗马人的敌意,并且在通过其间的难关时,他雇用了那些将要与他共享相同希望的当地向导和领路人。
§3.48.12ἡμεῖς δὲ περὶ τούτων εὐθαρσῶς ἀποφαινόμεθα διὰ τὸ περὶ τῶν πράξεων παρʼ αὐτῶν ἱστορηκέναι τῶν παρατετευχότων τοῖς καιροῖς, τοὺς δὲ τόπους κατωπτευκέναι καὶ τῇ διὰ τῶν Ἄλπεων αὐτοὶ κεχρῆσθαι πορείᾳ γνώσεως ἕνεκα καὶ θέας.
我们之所以能对这些事情满怀信心地作出阐明,是因为我们从那些亲身经历过当时局势的人那里调查了这些行径,并且为了获得知识和实地考察,我们自己观察了这些地方,并亲自走过了这条跨越阿尔卑斯山的路线。

词汇与语法注释

  1. §3.48.2τοῦ κατορθώσειν τοῖς ὅλοις — 带属格冠词的将来时不定式 τοῦ κατορθώσειν 修饰名词 ἐλπίδας(希望),表示“……的希望”。τοῖς ὅλοις 是与格的词组,作状语,意为“在全局上”或“完全地”。
  2. §3.48.4ὅπερ οἱ τοῖς ὅλοις ἐπταικότες καὶ κατὰ πάντα τρόπον ἐξαποροῦντες οὐχ ὑπομένουσιν, ὥστʼ εἰς ἀπρονοήτους καθιέναι τόπους μετὰ δυνάμεως — 关系代词 ὅπερ(中性单数宾格)的先行词是主句中的指示代词 τοῦτο。关系从句中的 ὥστε 从句作为结果/内容从句,具体说明了他们“不愿忍受/不去做” (οὐχ ὑπομένουσιν)的具体内容,即“带着军队陷入毫无预备的地方”。
  3. §3.48.6ὅτι συμβαίνει τοὺς Κελτοὺς ... παρατετάχθαι μὲν ... συνηγωνίσθαι δὲ ... — 这是作为分词 ἱστορήσαντες 宾语的 ὅ提 从句。无人称动词 συμβαίνει 后面接“宾格+不定式”结构(宾格主语 τοὺς Κελτοὺς,不定式为 παρατετάχθαι 和 συνηγωνίσθαι),意为“凯尔特人对阵……并并肩作战这一事实(发生过)”。
  4. §3.48.11τοῖς τῶν αὐτῶν ἐλπίδων μέλλουσι κοινωνεῖν — 与格分词 μέλλουσι 修饰前方的 ὁδηγοῖς καὶ καθηγεμόσιν ἐγχωρίοις(当地的向导和领路人)。动词 κοινωνέω 支配属格,因此其宾语 τῶν αὐτῶν ἐλπίδων(相同的希望)使用属格。

引用这一段

波利比奥斯, 历史 §3.48.1-3.48.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.48.1-3.48.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。