§3.43.1οὐ μὴν ἀλλʼ ἐπιγενομένης τῆς πέμπτης νυκτὸς οἱ μὲν προδιαβάντες ἐκ τοῦ πέραν ὑπὸ τὴν ἑωθινὴν προῆγον παρʼ αὐτὸν τὸν ποταμὸν ἐπὶ τοὺς ἀντίπερα βαρβάρους,
然而,当第五天夜里过去、拂晓来临时,那些先前已经渡河的人从对岸出发,沿着河边向前推进,直逼对面的蛮族。
§3.43.2ὁ δʼ Ἀννίβας ἑτοίμους ἔχων τοὺς στρατιώτας ἐπεῖχε τῇ διαβάσει, τοὺς μὲν λέμβους πεπληρωκὼς τῶν πελτοφόρων ἱππέων, τὰ δὲ μονόξυλα τῶν εὐκινητοτάτων πεζῶν.
汉尼拔则让士兵们做好准备,着手进行渡河,他让轻盾骑兵坐满驳船,让行动最敏捷的步兵坐满独木舟。
§3.43.3εἶχον δὲ τὴν μὲν ἐξ ὑπερδεξίου καὶ παρὰ τὸ ῥεῦμα τάξιν οἱ λέμβοι, τὴν δʼ ὑπὸ τούτους τὰ λεπτὰ τῶν πορθμείων, ἵνα τὸ πολὺ τῆς τοῦ ῥεύματος βίας ἀποδεχομένων τῶν λέμβων ἀσφαλεστέρα γίνοιτο τοῖς μονοξύλοις ἡ παρακομιδὴ διὰ τοῦ πόρου.
驳船排在上游迎着水流的方向,较轻便的渡船则排在它们下方,以便让驳船阻挡大部分水流的冲击,使独木舟横渡河道时更加安全。
§3.43.4κατὰ δὲ τὰς πρύμνας τῶν λέμβων ἐφέλκειν διενοοῦντο τοὺς ἵππους νέοντας, τρεῖς ἅμα καὶ τέτταρας τοῖς ἀγωγεῦσιν ἑνὸς ἀνδρὸς ἐξ ἑκατέρου τοῦ μέρους τῆς πρύμνης οἰακίζοντος, ὥστε πλῆθος ἱκανὸν ἵππων συνδιακομίζεσθαι κατὰ τὴν πρώτην εὐθέως διάβασιν.
在驳船的船尾后面,他们计划拖着正在游泳的马匹前进,由船尾两舷的各一人用缰绳同时牵引三到四匹马,以便在第一次渡河时就能立即运送足够数量的马匹。
§3.43.5οἱ δὲ βάρβαροι θεωροῦντες τὴν ἐπιβολὴν τῶν ὑπεναντίων ἀτάκτως ἐκ τοῦ χάρακος ἐξεχέοντο καὶ σποράδην, πεπεισμένοι κωλύειν εὐχερῶς τὴν ἀπόβασιν τῶν Καρχηδονίων.
蛮族们见敌军企图渡河,便确信自己能轻易阻止迦太基人登陆,于是乱作一团地从营垒中涌出,四散开来。
§3.43.6Ἀννίβας δʼ ἅμα τῷ συνιδεῖν ἐν τῷ πέραν ἐγγίζοντας ἤδη τοὺς παρʼ αὑτοῦ στρατιώτας, σημηνάντων ἐκείνων τὴν παρουσίαν τῷ καπνῷ κατὰ τὸ συντεταγμένον, ἐμβαίνειν ἅπασιν ἅμα παρήγγελλε καὶ βιάζεσθαι πρὸς τὸ ῥεῦμα τοῖς ἐπὶ τῶν πορθμείων τεταγμένοις.
汉尼拔一看到自己的士兵们已经逼近对岸(他们已按约定用烟雾信号表示自己到达),便命令所有人立即登船,并要求分配到渡船上的人奋力逆流而上。
§3.43.7ταχὺ δὲ τούτου γενομένου, καὶ τῶν ἐν τοῖς πλοίοις ἁμιλλωμένων μὲν πρὸς ἀλλήλους μετὰ κραυγῆς, διαγωνιζομένων δὲ πρὸς τὴν τοῦ ποταμοῦ βίαν, §3.43.8τῶν δὲ στρατοπέδων ἀμφοτέρων ἐξ ἑκατέρου τοῦ μέρους παρὰ τὰ χείλη τοῦ ποταμοῦ παρεστώτων, καὶ τῶν μὲν ἰδίων συναγωνιώντων καὶ παρακολουθούντων μετὰ κραυγῆς, τῶν δὲ κατὰ πρόσωπον βαρβάρων παιανιζόντων καὶ προκαλουμένων τὸν κίνδυνον, ἦν τὸ γινόμενον ἐκπληκτικὸν καὶ παραστατικὸν ἀγωνίας.
这一行动迅速完成,船上的人互相高声呼喊、争先恐后,并与湍急的河水奋力搏斗,两军又分别伫立在河的两岸,己方的战友大声呐喊、焦急地注视并跟随着他们,对面的蛮族则唱着战歌,叫嚣着挑起战斗,眼前的场景令人震撼,充满了极度的紧张感。
§3.43.9ἐν ᾧ καιρῷ τῶν βαρβάρων ἀπολελοιπότων τὰς σκηνὰς ἐπιπεσόντες ἄφνω καὶ παραδόξως οἱ πέραν Καρχηδόνιοι, τινὲς μὲν αὐτῶν ἐνεπίμπρασαν τὴν στρατοπεδείαν, οἱ δὲ πλείους ὥρμησαν ἐπὶ τοὺς τὴν διάβασιν τηροῦντας.
就在此时,由于蛮族已经离开了他们的帐篷,已在对岸的迦太基人突然且出人意料地袭来,他们中的一些人放火焚烧营地,而大多数人则冲向那些看守渡口的人。
§3.43.10οἱ δὲ βάρβαροι, παραλόγου τοῦ πράγματος φανέντος αὐτοῖς, οἱ μὲν ἐπὶ τὰς σκηνὰς ἐφέροντο βοηθήσοντες, οἱ δʼ ἠμύνοντο καὶ διεμάχοντο πρὸς τοὺς ἐπιτιθεμένους.
蛮族们面对这出乎意料的事态,有的人奔向帐篷去救援,有的人则进行自卫,与袭击者展开激战。
§3.43.11Ἀννίβας δέ, κατὰ τὴν πρόθεσιν αὐτῷ συντρεχόντων τῶν πραγμάτων, εὐθέως τοὺς πρώτους ἀποβαίνοντας συνίστα καὶ παρεκάλει καὶ συνεπλέκετο τοῖς βαρβάροις.
汉尼拔眼看事态正顺应自己的意图发展,便立即整顿最先登陆的士兵,激励他们,并与蛮族展开了交战。
§3.43.12οἱ δὲ Κελτοὶ καὶ διὰ τὴν ἀταξίαν καὶ διὰ τὸ παράδοξον τοῦ συμβαίνοντος ταχέως τραπέντες ὥρμησαν πρὸς φυγήν.
凯尔特人由于处于无秩序状态,加之眼前发生的事情实在出乎意料,很快就被击退,开始四散逃跑。