§3.44.1ὁ δὲ στρατηγὸς τῶν Καρχηδονίων ἅμα τῆς τε διαβάσεως καὶ τῶν ὑπεναντίων κεκρατηκὼς παραυτίκα μὲν ἐγίνετο πρὸς τῇ παρακομιδῇ τῶν πέραν ἀπολειπομένων ἀνδρῶν,
迦太基将领在同时完成了渡河并击退敌军后,立即着手运送留在对岸的人员。
§3.44.2πάσας δʼ ἐν βραχεῖ χρόνῳ διαπεραιώσας τὰς δυνάμεις ἐκείνην μὲν τὴν νύκτα παρʼ αὐτὸν τὸν ποταμὸν κατεστρατοπέδευσεν,
他在短时间内将全部军队运送完毕,当晚便在河边安营扎寨。
§3.44.3τῇ δʼ ἐπαύριον ἀκούων τὸν τῶν Ῥωμαίων στόλον περὶ τὰ στόματα τοῦ ποταμοῦ καθωρμίσθαι, προχειρισάμενος πεντακοσίους τῶν Νομαδικῶν ἱππέων ἐξαπέστειλε κατασκεψομένους ποῦ καὶ πόσοι τυγχάνουσιν ὄντες καὶ τί πράττουσιν οἱ πολέμιοι.
第二天,他听说罗马舰队已在河口附近停泊,便选拔并派遣了五百名努米底亚骑兵,去侦察敌人身在何处、人数多少以及在做些什么。
§3.44.4κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ πρὸς τὴν τῶν ἐλεφάντων διάβασιν προεχειρίσατο τοὺς ἐπιτηδείους.
与此同时,他也选派了合适的人手,为大象的渡河做准备。
§3.44.5αὐτὸς δὲ συναγαγὼν τὰς δυνάμεις εἰσήγαγε τοὺς βασιλίσκους τοὺς περὶ Μάγιλον — οὗτοι γὰρ ἧκον πρὸς αὐτὸν ἐκ τῶν περὶ τὸν Πάδον πεδίων — καὶ διʼ ἑρμηνέως τὰ δεδογμένα παρʼ αὐτῶν διεσάφει τοῖς ὄχλοις.
他自己则召集了军队,引见防区在马吉洛斯周围的诸小王——因为这些人是从帕杜斯河周围的平原自发来到他那里的——并通过翻译向士兵们阐明了他们的决议。
§3.44.6ἦν δὲ τῶν λεγομένων ἰσχυρότατα πρὸς θάρσος τῶν πολλῶν πρῶτον μὲν ἡ τῆς παρουσίας ἐνάργεια τῶν ἐπισπωμένων καὶ κοινωνήσειν ἐπαγγελλομένων τοῦ πρὸς Ῥωμαίους πολέμου, §3.44.7δεύτερον δὲ τὸ τῆς ἐπαγγελίας αὐτῶν ἀξιόπιστον, ὅτι καθηγήσονται διὰ τόπων τοιούτων διʼ ὧν οὐδενὸς ἐπιδεόμενοι τῶν ἀναγκαίων συντόμως ἅμα καὶ μετʼ ἀσφαλείας ποιήσονται τὴν εἰς Ἰταλίαν πορείαν,
在所说的话中,最能鼓舞士气的是:首先,那些发出邀请并承诺共同参与对罗马战争的人,其实实在在地出现在了大家面前,其次,他们的承诺具有很高的可信度,即他们将引导军队通过一些绝不缺少必需物资的地方,从而迅速且安全地向意大利进军。
§3.44.8πρὸς δὲ τούτοις ἡ τῆς χώρας γενναιότης, εἰς ἣν ἀφίξονται, καὶ τὸ μέγεθος, ἔτι δὲ τῶν ἀνδρῶν ἡ προθυμία, μεθʼ ὧν μέλλουσι ποιεῖσθαι τοὺς ἀγῶνας πρὸς τὰς τῶν Ῥωμαίων δυνάμεις.
除此之外,还有他们即将到达的土地之富饶与广阔,以及即将与他们并肩对抗罗马军队的那些人们所展现的热忱。
§3.44.9οἱ μὲν οὖν Κελτοὶ τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν.
凯尔特人发表了上述讲话后便退场了。
§3.44.10μετὰ δὲ τούτους εἰσελθὼν αὐτὸς πρῶτον μὲν τῶν προγεγενημένων πράξεων ἀνέμνησε τοὺς ὄχλους· ἐν αἷς ἔφη πολλοῖς αὐτοὺς καὶ παραβόλοις ἔργοις καὶ κινδύνοις ἐπικεχειρηκότας ἐν οὐδενὶ διεσφάλθαι, κατακολουθήσαντας τῇ ʼκείνου γνώμῃ καὶ συμβουλίᾳ.
在他们之后,汉尼拔亲自走上前去,首先让士兵们回忆起过去的战绩;他说,在这些战绩中,他们虽然承担了许多艰难危险的行动和危机,但只要顺从他的意图和建议,就从未遭受过失败。
§3.44.11τούτοις δʼ ἑξῆς εὐθαρσεῖς εἶναι παρεκάλει, θεωροῦντας διότι τὸ μέγιστον ἤνυσται τῶν ἔργων, ἐπειδὴ τῆς τε τοῦ ποταμοῦ διαβάσεως κεκρατήκασι τῆς τε τῶν συμμάχων εὐνοίας καὶ προθυμίας αὐτόπται γεγόνασι.
紧接着,他勉励他们要充满信心,因为最艰难的任务已经完成,他们不仅成功渡过了大河,而且亲眼见证了同盟者的善意与热忱。
§3.44.12διόπερ ᾤετο δεῖν περὶ μὲν τῶν κατὰ μέρος ῥᾳθυμεῖν, ὡς αὐτῷ μελόντων, πειθαρχοῦντας δὲ τοῖς παραγγέλμασιν ἄνδρας ἀγαθοὺς γίνεσθαι καὶ τῶν προγεγονότων ἔργων ἀξίους.
因此,他认为士兵们无需为具体细节操心,因为这些由他来负责,他们只需服从命令,做勇敢的人,并配得上过去的辉煌。
§3.44.13τοῦ δὲ πλήθους ἐπισημαινομένου καὶ μεγάλην ὁρμὴν καὶ προθυμίαν ἐμφαίνοντος, ἐπαινέσας αὐτοὺς καὶ τοῖς θεοῖς ὑπὲρ ἁπάντων εὐξάμενος διαφῆκε, παραγγείλας θεραπεύειν σφᾶς καὶ παρασκευάζεσθαι μετὰ σπουδῆς, ὡς εἰς τὴν αὔριον ἀναζυγῆς ἐσομένης.
士兵们纷纷表示赞同,展现出极大的干劲和热忱,汉尼拔赞扬了他们,并为一切向神明祈祷后,解散了队伍,命令他们休整并加紧准备,因为明天就要启程。