§3.42.1Ἀννίβας δὲ προσμίξας τοῖς περὶ τὸν ποταμὸν τόποις εὐθέως ἐνεχείρει ποιεῖσθαι τὴν διάβασιν κατὰ τὴν ἁπλῆν ῥύσιν, σχεδὸν ἡμερῶν τεττάρων ὁδὸν ἀπέχων στρατοπέδῳ τῆς θαλάττης.
汉尼拔在抵达大河附近的地区后,立即企图在河水呈单一流向的地方渡河,此时他的军营距离大海大约有四天的行程。
§3.42.2καὶ φιλοποιησάμενος παντὶ τρόπῳ τοὺς παροικοῦντας τὸν ποταμὸν ἐξηγόρασε παρʼ αὐτῶν τά τε μονόξυλα πλοῖα πάντα καὶ τοὺς λέμβους, ὄντας ἱκανοὺς τῷ πλήθει διὰ τὸ ταῖς ἐκ τῆς θαλάττης ἐμπορίαις πολλοὺς χρῆσθαι τῶν παροικούντων τὸν Ῥοδανόν.
他想方设法安抚了沿河居住的居民,并向他们买下了所有的独木舟和驳船,这些船只数量充足,因为许多居住在罗讷河沿岸的人都从事海上贸易。
§3.42.3ἔτι δὲ τὴν ἁρμόζουσαν ξυλείαν ἐξέλαβε πρὸς τὴν κατασκευὴν τῶν μονοξύλων· ἐξ ὧν ἐν δυσὶν ἡμέραις πλῆθος ἀναρίθμητον ἐγένετο πορθμείων, ἑκάστου σπεύδοντος μὴ προσδεῖσθαι τοῦ πέλας, ἐν αὑτῷ δʼ ἔχειν τὰς τῆς διαβάσεως ἐλπίδας.
此外,他还采集了适合建造独木舟的木材;在两天之内,便用这些木材制造了无数的渡船,因为每个人都争先恐后,不想依赖邻人,而是把渡河的希望寄托在自己身上。
§3.42.4κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν τῷ πέραν πλῆθος ἡθροίσθη βαρβάρων χάριν τοῦ κωλύειν τὴν τῶν Καρχηδονίων διάβασιν.
此时,对岸聚集了大量的蛮族,企图阻止迦太基人渡河。
§3.42.5εἰς οὓς ἀποβλέπων Ἀννίβας καὶ συλλογιζόμενος ἐκ τῶν παρόντων ὡς οὔτε διαβαίνειν μετὰ βίας δυνατὸν εἴη τοσούτων πολεμίων ἐφεστώτων, οὔτʼ ἐπιμένειν, μὴ πανταχόθεν προσδέξηται τοὺς ὑπεναντίους,
汉尼拔注视着他们,并根据眼前的局势推断,在如此多的敌军严阵以待的情况下,既不可能强行渡河,也不可能继续停留,因为担心会遭到来自四面八方的敌人的合围。
§3.42.6ἐπιγενομένης τῆς τρίτης νυκτὸς ἐξαποστέλλει μέρος τι τῆς δυνάμεως, συστήσας καθηγεμόνας ἐγχωρίους, ἐπὶ δὲ πάντων Ἄννωνα τὸν Βοαμίλκου τοῦ βασιλέως.
到了第三天夜里,他派遣了一部分军队,并派当地的向导随行,由国王波米尔卡之子汉诺担任全体的指挥官。
§3.42.7οἳ ποιησάμενοι τὴν πορείαν ἀντίοι τῷ ῥεύματι παρὰ τὸν ποταμὸν ἐπὶ διακόσια στάδια, παραγενόμενοι πρός τινα τόπον, ἐν ᾧ συνέβαινε περί τι χωρίον νησίζον περισχίζεσθαι τὸν ποταμόν, ἐνταῦθα κατέμειναν.
他们沿着河流逆流而上,行军约二百斯塔迪翁,来到一个由于中洲(如岛般的土地)的存在而使河流一分为二的地方,并在那里驻扎下来。
§3.42.8ἐκ δὲ τῆς παρακειμένης ὕλης τὰ μὲν συμπηγνύντες τῶν ξύλων τὰ δὲ συνδεσμεύοντες ἐν ὀλίγῳ χρόνῳ πολλὰς ἥρμοσαν σχεδίας, ἀρκούσας τῇ χρείᾳ πρὸς τὸ παρόν· ἐφʼ αἷς διεκομίσθησαν ἀσφαλῶς οὐδενὸς κωλύοντος.
他们利用附近的林木,将木材有的拼接,有的捆扎,在短时间内造出了许多足以满足当时需要的木筏;在没有任何人阻挠的情况下,他们乘坐这些木筏安全地渡了河。
§3.42.9καταλαβόμενοι δὲ τόπον ἐχυρὸν ἐκείνην μὲν τὴν ἡμέραν ἔμειναν ἀναπαύοντες σφᾶς ἐκ τῆς προγεγενημένης κακοπαθείας, ἅμα δὲ παρασκευαζόμενοι πρὸς τὴν ἐπιοῦσαν χρείαν κατὰ τὸ συντεταγμένον.
在占领了一处险要的地形后,他们当天便停留在那里,休整因先前的劳苦而疲惫的身体,同时按照既定的计划为第二天的任务做好准备。
§3.42.10καὶ μὴν Ἀννίβας τὸ παραπλήσιον ἐποίει περὶ τὰς μεθʼ ἑαυτοῦ καταλειφθείσας δυνάμεις.
与此同时,汉尼拔也对自己身边留下的军队进行了同样的处理。
§3.42.11μάλιστα δʼ αὐτῷ παρεῖχε δυσχρηστίαν ἡ τῶν ἐλεφάντων διάβασις· οὗτοι δʼ ἦσαν ἑπτὰ καὶ τριάκοντα τὸν ἀριθμόν.
然而,给他带来最大困难的是大象的渡河;这些大象的数量为三十七头。