Humanitext Reader

波利比奥斯 · 历史 §3.5.1-3.5.9

各地动乱概述与重返全书叙事起点

第 164 段,共 1311 段 · 希腊语

内容简介

作者预告了罗马统治下发生于西班牙、非洲、亚洲、叙利亚和希腊的各项动乱,祈求命运的庇护以顺利完成计划,并宣告重新回到历史叙述的起点。

§3.5.1χὴν ποιησάμενος ἄλλην γράφειν.
开始写另一部历史。
ἦν δʼ ἡ προειρημένη κίνησις, ἐν ᾗ Ῥωμαῖοι μὲν πρὸς Κελτίβηρας καὶ Οὐακκαίους ἐξήνεγκαν πόλεμον, Καρχηδόνιοι δὲ τὸν πρὸς Μασαννάσαν βασιλέα τῶν Λιβύων· §3.5.2περὶ δὲ τὴν Ἀσίαν Ἄτταλος μὲν καὶ Προυσίας πρὸς ἀλλήλους ἐπολέμησαν, ὁ δὲ τῶν Καππαδοκῶν βασιλεὺς Ἀριαράθης ἐκπεσὼν ἐκ τῆς ἀρχῆς ὑπʼ Ὀροφέρνους διὰ Δημητρίου τοῦ βασιλέως αὖθις ἀνεκτήσατο διʼ Ἀττάλου τὴν πατρῴαν ἀρχήν.
前述的动乱如下:在此期间,罗马人向凯尔特伊比利亚人和瓦卡埃人宣战,而迦太基人则向利比亚国王马萨纳萨宣战;在亚洲,阿塔罗斯和普鲁西亚斯互相攻伐,而卡帕多西亚国王阿里亚拉塞斯被奥罗费尔内斯在德米特里国王的帮助下驱逐出王位后,又通过阿塔罗斯重新夺回了父祖的王权。
§3.5.3ὁ δὲ Σελεύκου Δημήτριος κύριος γενόμενος ἔτη δώδεκα τῆς ἐν Συρίᾳ βασιλείας ἅμα τοῦ βίου καὶ τῆς ἀρχῆς ἐστερήθη, συστραφέντων ἐπʼ αὐτὸν τῶν ἄλλων βασιλέων.
塞琉古之子德米特里在统治了叙利亚王国十二年之后,由于其他国王联手对付他,同时失去了生命和王权。
§3.5.4ἀποκατέστησαν δὲ καὶ Ῥωμαῖοι τοὺς Ἕλληνας εἰς τὴν οἰκείαν τοὺς ἐκ τοῦ Περσικοῦ πολέμου καταιτιαθέντας, ἀπολύσαντες τῆς ἐπενεχθείσης αὐτοῖς διαβολῆς.
罗马人还将那些在与珀尔修斯的战争中受到指控的希腊人遣返回国,免除了对他们的指控。
§3.5.5οἱ δʼ αὐτοὶ μετʼ οὐ πολὺ Καρχηδονίοις ἐπέβαλον τὰς χεῖρας, τὸ μὲν πρῶτον μεταναστῆσαι, μετὰ δὲ ταῦτα πάλιν ἄρδην αὐτοὺς ἐξαναστῆσαι προθέμενοι διὰ τὰς ἐν τοῖς ἑξῆς ῥηθησομένας αἰτίας.
不久之后,同样是这些人向迦太基人下手,起初意图让他们迁徙,随后又企图将他们彻底消灭,其原因将在后文中叙述。
§3.5.6οἷς κατάλληλα Μακεδόνων μὲν ἀπὸ τῆς Ῥωμαίων φιλίας, Λακεδαιμονίων δὲ τῆς τῶν Ἀχαιῶν συμπολιτείας ἀποστάντων, ἅμα τὴν ἀρχὴν καὶ τὸ τέλος ἔσχε τὸ κοινὸν ἀτύχημα πάσης τῆς Ἑλλάδος.
与这些事件相对应,随着马其顿人脱离与罗马的友好关系,拉刻代蒙人脱离阿卡亚同盟,整个希腊共同的灾难同时迎来了开始和终结。
τὰ μὲν οὖν τῆς ἐπιβολῆς ἡμῶν τοιαῦτα· §3.5.7προσδεῖ δʼ ἔτι τῆς τύχης, ἵνα συνδράμῃ τὰ τοῦ βίου πρὸς τὸ τὴν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν.
以上就是我们的计划;但我们还需要命运的眷顾,使我们的生命能与之同行,从而将这一计划贯彻到底。
§3.5.8πέπεισμαι μὲν γάρ, κἄν τι συμβῇ περὶ ἡμᾶς ἀνθρώπινον, οὐκ ἀργήσειν τὴν ὑπόθεσιν οὐδʼ ἀπορήσειν ἀνδρῶν ἀξιόχρεων, διὰ δὲ τὸ κάλλος πολλοὺς κατεγγυηθήσεσθαι καὶ σπουδάσειν ἐπὶ τέλος ἀγαγεῖν αὐτήν.
因为我相信,即使我们遭遇了人生的不测,这一主题也不会被搁置,也不会缺少有能力的人,反而会因为它的精彩,吸引许多人承诺并努力将其带向完成。
§3.5.9ἐπεὶ δὲ τὰς ἐπιφανεστάτας τῶν πράξεων ἐπὶ κεφαλαίου διεληλύθαμεν, βουλόμενοι καὶ καθόλου καὶ κατὰ μέρος εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης ἱστορίας τοὺς ἐντυγχάνοντας, ὥρα μνημονεύοντας τῆς προθέσεως ἐπαναγαγεῖν ἐπὶ τὴν ἀρχὴν τῆς αὑτῶν ὑποθέσεως.
既然我们已经扼要地叙述了最显著的事迹,意在让读者对整部历史既有宏观的把握也有微观的了解,那么现在是时候重温我们的初衷,回到我们主题的起点去了。

词汇与语法注释

  1. §3.5.1χὴν ποιησάμενος — 与前一分卷末尾的 ἀρ- 结合构成 ἀρχὴν。ἀρχὴν ποιήσασθαι 是一个表示“开端”、“开始”的成语,其后接补足不定式 γράφειν(写作),并与前句中的被动动词 προήχθην(我被促使)相连,表示“被促使好似重新开篇执笔”。
  2. §3.5.2διὰ Δημητρίου — 整理两个 διά 介词短语的修饰关系。διὰ Δημητρίου τοῦ βασιλέως 修饰紧邻的分词 ἐκπεσὼν ... ὑπʼ Ὀροφέρνους(被奥罗费尔内斯驱逐),表示这一驱逐是在德米特里国王的推波助澜下发生的;而 διʼ Ἀττάλου 则修饰主句动词 ἀνεκτήσατο(重新夺回)。
  3. §3.5.4τοῦ Περσικοῦ πολέμου — 形容词 Περσικός 在此并非指“波斯的”,而是源自马其顿末代国王珀尔修斯(Περσεύς)。因此,这里的战争指“与珀尔修斯的战争”(即第三次马其顿战争,公元前171–168年)。
  4. §3.5.8κἄν τι συμβῇ περὶ ἡμᾶς ἀνθρώπινον — 由 κἄν(καί 与 ἐάν 的缩合,意为“即使……也”)引导的条件从句。τι ἀνθρώπινον(字面意为“某种属于人类的事”)是古希腊语中一种典型的委婉表达,指代作者发生不幸或身故等不测之事。

引用这一段

波利比奥斯, 历史 §3.5.1-3.5.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.5.1-3.5.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。