§3.3.1μετὰ δὲ ταῦτα συγκεφαλαιωσάμενοι τὰς ἐν Ἰβηρίᾳ καὶ Λιβύῃ καὶ Σικελίᾳ πράξεις Ῥωμαίων καὶ Καρχηδονίων μεταβιβάσομεν τὴν διήγησιν ὁλοσχερῶς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ἅμα ταῖς τῶν πραγμάτων μεταβολαῖς.
在此之后,我们在简要总结了罗马人与迦太基人在伊比利亚、利比亚及西西里岛的功绩后,将随着局势的转变,把叙述完全转移到希腊地区。
§3.3.2ἐξηγησάμενοι δὲ τὰς Ἀττάλου καὶ Ῥοδίων ναυμαχίας πρὸς Φίλιππον, ἔτι δὲ τὸν Ῥωμαίων καὶ Φιλίππου πόλεμον, ὡς ἐπράχθη καὶ διὰ τίνων καὶ τί τὸ τέλος ἔσχεν, §3.3.3τούτῳ συνάπτοντες τὸ συνεχὲς μνησθησόμεθα τῆς Αἰτωλῶν ὀργῆς, καθʼ ἣν Ἀντίοχον ἐπισπασάμενοι τὸν ἀπὸ τῆς Ἀσίας Ἀχαιοῖς καὶ Ῥωμαίοις ἐξέκαυσαν πόλεμον.
在阐明了阿塔路斯及罗得斯人与腓力之间的海战,以及罗马人与腓力之间的战争是如何进行、由谁促成并取得了何种结局之后,我们将紧接其后,提及埃托利亚人的愤怒。 正是由于这种愤怒,他们从亚洲招引了安条克,点燃了针对阿开亚人和罗马人的战争。
§3.3.4οὗ δηλώσαντες τὰς αἰτίας καὶ τὴν Ἀντιόχου διάβασιν εἰς τὴν Εὐρώπην διασαφήσομεν πρῶτον μὲν τίνα τρόπον ἐκ τῆς Ἑλλάδος ἔφυγεν, δεύτερον δὲ πῶς ἡττηθεὶς τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης ἐξεχώρησε, §3.3.5τὸ δὲ τρίτον τίνα τρόπον Ῥωμαῖοι καταλύσαντες τὴν Γαλατῶν ὕβριν ἀδήριτον μὲν σφίσι παρεσκεύασαν τὴν τῆς Ἀσίας ἀρχήν, ἀπέλυσαν δὲ τοὺς ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντας βαρβαρικῶν φόβων καὶ τῆς Γαλατῶν παρανομίας.
在说明了这场战争的起因以及安条克横渡至欧洲之后,我们将首先阐明他是以何种方式逃离希腊的,其次阐明他是如何在战败后撤出托罗斯山脉以西的所有领土的,第三则阐明罗马人如何通过平定加拉太人的暴虐,为自己确立了对亚洲无可争辩的统治,并使居住在托罗斯山脉以西的人们免于对蛮族的恐惧和加拉太人的不法行为。
§3.3.6μετὰ δὲ ταῦτα θέντες ὑπὸ τὴν ὄψιν τὰς Αἰτωλῶν καὶ Κεφαλλήνων ἀτυχίας ἐπιβαλοῦμεν τοὺς Εὐμένει συστάντας πρός τε Προυσίαν καὶ Γαλάτας πολέμους, ὁμοίως δὲ καὶ τὸν μετʼ Ἀριαράθου πρὸς Φαρνάκην.
在此之后,在将埃托利亚人和凯法莱尼亚人的不幸呈现在眼前之后,我们将转入支持欧墨尼斯对抗普鲁西阿斯和加拉太人的战争,以及与阿里亚拉特斯一同对抗法尔纳克斯的战争。
§3.3.7οἷς ἑξῆς ἐπιμνησθέντες τῆς παρὰ Πελοποννησίων ὁμονοίας καὶ καταστάσεως, ἔτι δὲ τῆς αὐξήσεως τοῦ Ῥοδίων πολιτεύματος, συγκεφαλαιωσόμεθα τὴν ὅλην διήγησιν ἅμα καὶ τὰς πράξεις, §3.3.8ἐπὶ πᾶσιν ἐξηγησάμενοι τὴν Ἀντιόχου στρατείαν εἰς Αἴγυπτον τοῦ κληθέντος Ἐπιφανοῦς καὶ τὸν Περσικὸν πόλεμον καὶ τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας.
在这些之后,在提及伯罗奔尼撒人之间的和解与秩序,以及罗得斯人政体的壮大之后,我们将简要总结整个叙述及其事迹,并在最后详述被称为伊皮法尼的安条克对埃及的征伐、珀尔修斯战争以及马其顿王国的覆灭。
§3.3.9διʼ ὧν ἅμα θεωρηθήσεται πῶς ἕκαστα χειρίσαντες Ῥωμαῖοι πᾶσαν ἐποιήσαντο τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς.
通过这些,将同时能观察到罗马人是如何处理每一项事务,从而使整个文明世界都归顺于他们的。