Humanitext Reader

波利比奥斯 · 历史 §3.40.1-3.40.14

罗马部署执政官与波伊伊人叛乱

第 199 段,共 1311 段 · 希腊语

内容简介

在汉尼拔开始翻越比利牛斯山脉之际,罗马决定向伊比利亚和利比亚派遣执政官,并急于完成北意大利的殖民安置工作,却面临波伊伊人等高卢人的突然叛乱,迫使罗马紧急调遣原定派出的军队前去救援。

§3.40.1Ἀννίβας μὲν οὖν ἐνεχείρει ταῖς διεκβολαῖς τῶν Πυρηναίων ὀρῶν, κατάφοβος ὢν τοὺς Κελτοὺς διὰ τὰς ὀχυρότητας τῶν τόπων.
却说汉尼拔因惧于当地地势险要的凯尔特人,正着手翻越比利牛斯山脉。
§3.40.2Ῥωμαῖοι δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς διακούσαντες μὲν τῶν ἐξαποσταλέντων εἰς Καρχηδόνα πρεσβευτῶν τὰ δεδογμένα καὶ τοὺς ῥηθέντας λόγους, προσπεσόντος δὲ θᾶττον ἢ προσεδόκων Ἀννίβαν διαβεβηκέναι τὸν Ἴβηρα ποταμὸν μετὰ τῆς δυνάμεως, προεχειρίσαντο πέμπειν μετὰ στρατοπέδων Πόπλιον μὲν Κορνήλιον εἰς Ἰβηρίαν, Τεβέριον δὲ Σεμπρώνιον εἰς Λιβύην.
与此同时,罗马人听取了派往迦太基的使节所带回的决议与辩词,又得知汉尼拔率军渡过埃布罗河的消息比预期更为迅速,于是决定派遣普布利乌斯·科尔内利乌斯率军前往伊比利亚,派遣提贝里乌斯·塞姆普罗尼乌斯前往利比亚。
§3.40.3ἐν ὅσῳ δʼ οὗτοι περὶ τὰς καταγραφὰς ἐγίνοντο τῶν στρατοπέδων καὶ τὴν ἄλλην παρασκευήν, ἔσπευσαν ἐπὶ τέλος ἀγαγεῖν τὰ κατὰ τὰς ἀποικίας, οἳ δὴ πρότερον ἦσαν εἰς Γαλατίαν ἀποστέλλειν προκεχειρισμένοι.
当这两人正忙于征募军团及进行其他准备时,罗马人急于完成先前已决定派往高卢的殖民地事务。
§3.40.4τὰς μὲν οὖν πόλεις ἐνεργῶς ἐτείχιζον, τοὺς δʼ οἰκήτορας ἐν ἡμέραις τριάκοντα παρήγγειλαν ἐπιτόπους γίνεσθαι, τὸν ἀριθμὸν ὄντας εἰς ἑκατέραν τὴν πόλιν εἰς ἑξακισχιλίους·
于是他们积极修筑城墙,并命令殖民者在三十天内到达指定地点,每座城市的殖民人数达六千人。
§3.40.5ὧν τὴν μὲν μίαν ἔκτιζον ἐπὶ τάδε τοῦ Πάδου ποταμοῦ, προσαγορεύσαντες Πλακεντίαν, τὴν δʼ ἄλλην ἐπὶ θάτερα, κατονομάσαντες Κρεμώνην.
他们在波河的这一侧建立了一座城市,命名为普拉肯提亚;在另一侧建立了另一座城市,命名为克雷莫纳。
§3.40.6ἤδη δὲ τούτων συνῳκισμένων, οἱ Βοῖοι καλούμενοι Γαλάται, πάλαι μὲν οἷον λοχῶντες τὴν πρὸς Ῥωμαίους φιλίαν, οὐκ ἔχοντες δὲ τότε καιρόν, §3.40.7μετεωριζόμενοι καὶ πιστεύοντες ἐκ τῶν διαπεμπομένων τῇ παρουσίᾳ τῶν Καρχηδονίων ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἐγκαταλιπόντες τοὺς ὁμήρους, οὓς ἔδοσαν ἐκβαίνοντες ἐκ τοῦ πολέμου τοῦ προγεγονότος, ὑπὲρ οὗ τὴν ἐξήγησιν ἡμεῖς ἐν τῇ προτέρᾳ βύβλῳ ταύτης ἐποιησάμεθα.
当这些城市刚刚安置妥当,被称为波伊伊的高卢人——他们早就企图背叛与罗马人的友好关系,只是当时没有机会—— 因彼此间的暗中联络而对迦太基人的到来充满信心并倍受鼓舞,于是背叛了罗马人,全然不顾他们在结束前次战争时交出的人质(关于那场战争,我们已在本书的前一卷中作了阐述)。
§3.40.8παρακαλέσαντες δὲ τοὺς Ἴνσομβρας καὶ συμφρονήσαντες κατὰ τὴν προγεγενημένην ὀργὴν κατέσυραν τὴν κατακεκληρουχημένην χώραν ὑπὸ Ῥωμαίων καὶ τοὺς φεύγοντας συνδιώξαντες εἰς Μοτίνην, ἀποικίαν ὑπάρχουσαν Ῥωμαίων, ἐπολιόρκουν.
他们联络了因苏布雷斯人,并因长久以来的怨恨而达成一致,席卷了罗马人分配的土地,并将逃亡者一路追击至罗马殖民地穆蒂纳进行围攻。
§3.40.9ἐν οἷς καὶ τρεῖς ἄνδρας τῶν ἐπιφανῶν συνέκλεισαν τοὺς ἐπὶ τὴν διαίρεσιν τῆς χώρας ἀπεσταλμένους· ὧν εἷς μὲν ἦν Γάιος Λυτάτιος ὁ τὴν ὕπατον ἀρχὴν εἰληφώς, οἱ δὲ δύο τὴν ἑξαπέλεκυν.
被围困的人中,还包括三位被派往分配土地的显赫人物,其中一人是曾任执政官的盖乌斯·鲁塔提乌斯,另外两人则是法务官。
§3.40.10οἰομένων δὲ δεῖν τούτων εἰς λόγους σφίσι συνελθεῖν, ὑπήκουσαν οἱ Βοῖοι.
当这三人认为应当与高卢人进行谈判时,波伊伊人表示同意。
τῶν δʼ ἀνδρῶν ἐξελθόντων, παρασπονδήσαντες συνέλαβον αὐτούς, ἐλπίσαντες διὰ τούτων κομιεῖσθαι τοὺς αὑτῶν ὁμήρους.
然而,当这些人走出来后,波伊伊人违背协定逮捕了他们,企图以此换回自己的人质。
§3.40.11Λεύκιος δὲ Μάλιος ἑξαπέλεκυς ὑπάρχων καὶ προκαθήμενος ἐπὶ τῶν τόπων μετὰ δυνάμεως, ἀκούσας τὸ γεγονός, ἐβοήθει κατὰ σπουδήν.
担任法务官并率军驻扎在当地的卢基乌斯·曼利乌斯听到消息后,急忙赶去救援。
§3.40.12οἱ δὲ Βοῖοι συνέντες αὐτοῦ τὴν παρουσίαν, ἔν τισι δρυμοῖς ἑτοιμάσαντες ἐνέδρας ἅμα τῷ παρελθεῖν εἰς τοὺς ὑλώδεις τόπους πανταχόθεν ἅμα προσπεσόντες πολλοὺς ἀπέκτειναν τῶν Ῥωμαίων.
但波伊伊人察觉到他的到来,在一些森林中设下埋伏,当罗马军进入茂密的林区时,高卢人突然从四面八方发起袭击,杀死了许多罗马人。
§3.40.13οἱ δὲ λοιποὶ τὰς μὲν ἀρχὰς ὥρμησαν πρὸς φυγήν· ἐπεὶ δὲ τῶν ψιλῶν ἥψαντο χωρίων, ἐπὶ ποσὸν συνέστησαν οὕτως ὥστε μόλις εὐσχήμονα ποιήσασθαι τὴν ἀποχώρησιν.
剩下的人起初开始逃跑,但当他们到达开阔地带时,他们在一定程度上重整了队伍,得以勉强保全体面地撤退。
οἱ δὲ Βοῖοι κατακολουθήσαντες συνέκλεισαν καὶ τούτους εἰς τὴν Τάννητος καλουμένην κώμην.
但波伊伊人紧追不舍,又将他们围困在名为坦内图姆的村庄中。
§3.40.14τοῖς δʼ ἐν τῇ Ῥώμῃ προσπεσόντος ὅτι τὸ τέταρτον στρατόπεδον περιειλημμένον ὑπὸ τῶν Βοίων πολιορκεῖται κατὰ κράτος, τὰ μὲν τῷ Ποπλίῳ προκεχειρισμένα στρατόπεδα κατὰ σπουδὴν ἐξαπέστελλον ἐπὶ τὴν τούτων βοήθειαν, ἡγεμόνα συστήσαντες ἑξαπέλεκυν, ἄλλα δὲ συνάγειν καὶ καταγράφειν ἐκ τῶν συμμάχων αὐτῷ παρήγγειλαν.
罗马城内的人听说第四军团被波伊伊人包围并遭到猛烈围攻后,十万火急地派遣原为普布利乌斯准备的军团前去救援,并任命一位法务官为指挥官,同时命令普布利乌斯从同盟国中重新招募并组建其他军团。

词汇与语法注释

  1. §3.40.1κατάφοβος ὢν τοὺς Κελτοὺς — 形容词 κατάφοβος(恐惧的)直接支配宾格 τοὺς Κελτοὺς 作为其对象。表示恐惧的形容词通常支配属格,但此处其语法支配受到了同义及物动词 φοβέομαι 的影响。
  2. §3.40.2προσπεσόντος ... Ἀννίβαν διαβεβηκέναι — 属格独立结构。动词 προσπίπτω((消息)传来)的中性单数属格分词 προσπεσόντος 以无人称形式使用,并带有对格不定式短语 Ἀννίβαν διαβεβηκέναι(意为“汉尼拔已渡过埃布罗河”)作为其逻辑主语。
  3. §3.40.3ἀποικίας, οἳ δὴ — 关系代词 οἳ 为阳性复数,而其语法上的先行词是阴性复数名词 ἀποικίας(殖民地)。这是一种根据意义(constructio ad sensum)的一致关系,关系代词与实际被派往那里的“殖民者”(οἰκήτορες,阳性)相一致,而非抽象的殖民地本身。
  4. §3.40.9τὴν ἑξαπέλεκυν — 字面意思是“(带有)六柄斧(的职位)”,是波利比乌斯用来指代罗马“法务官(praetor)”的独特表达,源于法务官在行省时由六名手持带斧束棒(fasces)的侍从(lictors)护卫这一历史事实。

引用这一段

波利比奥斯, 历史 §3.40.1-3.40.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.40.1-3.40.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。