§3.34.1Ἀννίβας δὲ πάντα προνοηθεὶς περὶ τῆς ἀσφαλείας τῶν τε κατὰ Λιβύην πραγμάτων καὶ τῶν ἐν Ἰβηρίᾳ λοιπὸν ἐκαραδόκει καὶ προσεδέχετο τοὺς παρὰ τῶν Κελτῶν πρὸς αὐτὸν ἀποστελλομένους· §3.34.2σαφῶς γὰρ ἐξητάκει καὶ τὴν ἀρετὴν τῆς ὑπὸ τὰς Ἄλπεις καὶ περὶ τὸν Πάδον ποταμὸν χώρας καὶ τὸ πλῆθος τῶν κατοικούντων αὐτήν, ἔτι δὲ τὴν πρὸς τοὺς πολέμους τῶν ἀνδρῶν τόλμαν, §3.34.3καὶ τὸ μέγιστον, τὴν ὑπάρχουσαν δυσμένειαν αὐτοῖς ἐκ τοῦ προγεγονότος πολέμου πρὸς Ῥωμαίους, ὑπὲρ οὗ διήλθομεν ἡμεῖς ἐν τῇ πρὸ ταύτης βύβλῳ χάριν τοῦ συμπεριφέρεσθαι τοὺς ἐντυγχάνοντας τοῖς νῦν μέλλουσι λέγεσθαι.
汉尼拔在预先做好利比亚各项事务及伊比利亚安全的一切防范后,此后便焦急地期待着并等待着凯尔特人方面向他派来的使者;因为他已经彻底调查清楚了阿尔卑斯山下及波河周围土地的肥沃、居住在当地人口的众多,以及这些人在战争中的英勇胆识,而最重要的是,因为先前与罗马人发生战争,他们心中所积蓄的敌意;关于那场战争,我们已在上一卷中详细叙述过,以便读者能够跟上现在即将要讲的内容。
§3.34.4διόπερ εἴχετο ταύτης τῆς ἐλπίδος καὶ πᾶν ὑπισχνεῖτο, διαπεμπόμενος ἐπιμελῶς πρὸς τοὺς δυνάστας τῶν Κελτῶν καὶ τοὺς ἐπὶ τάδε καὶ τοὺς ἐν αὐταῖς ταῖς Ἄλπεσιν ἐνοικοῦντας, §3.34.5μόνως ἂν ὑπολαμβάνων ἐν Ἰταλίᾳ συστήσασθαι τὸν πρὸς Ῥωμαίους πόλεμον, εἰ δυνηθείη διαπεράσας τὰς πρὸ τοῦ δυσχωρίας εἰς τοὺς προειρημένους ἀφικέσθαι τόπους καὶ συνεργοῖς καὶ συμμάχοις χρήσασθαι Κελτοῖς εἰς τὴν προκειμένην ἐπιβολήν.
因此,他紧紧抱住这个希望,并答应了一切,殷切地派使者前往凯尔特人的各酋长处,既包括阿尔卑斯山这一侧的居民,也包括居住在阿尔卑斯山脉之中的人,因为他认为,只有在自己越过眼前的险阻,抵达上述地区,并利用凯尔特人作为这次预定计划的协助者同盟者的情况下,他才能在意大利本土发起对罗马人的战争。
§3.34.6ἀφικομένων δὲ τῶν ἀγγέλων καὶ τήν τε τῶν Κελτῶν βούλησιν καὶ προσδοκίαν ἀπαγγειλάντων τήν τε τῶν Ἀλπεινῶν ὀρῶν ὑπερβολὴν ἐπίπονον μὲν καὶ δυσχερῆ λίαν, οὐ μὴν ἀδύνατον εἶναι φασκόντων, συνῆγε τὰς δυνάμεις ἐκ τῆς παραχειμασίας ὑπὸ τὴν ἐαρινὴν ὥραν.
当使者们抵达,并报告了凯尔特人的意愿和期盼,且表示翻越阿尔卑斯山脉虽然极其艰苦困难,但绝非不可能时,他便在初春时节从冬营地召集起他的军队。
§3.34.7προσπεπτωκότων δὲ προσφάτως αὐτῷ καὶ τῶν ἐκ τῆς Καρχηδόνος, ἐπαρθεὶς τῷ θυμῷ καὶ πιστεύων τῇ τῶν πολιτῶν εὐνοίᾳ παρεκάλει τὰς δυνάμεις φανερῶς ἤδη πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, §3.34.8ἐμφανίζων μὲν ὃν τρόπον ἔκδοτον αὐτὸν ἐγχειρήσαιεν αἰτεῖσθαι Ῥωμαῖοι καὶ πάντας τοὺς τοῦ στρατοπέδου προεστῶτας, ὑποδεικνύων δὲ τὴν τῆς χώρας ἀρετήν, εἰς ἣν ἀφίξονται, καὶ τὴν τῶν Κελτῶν εὔνοιαν καὶ συμμαχίαν.
随着来自迦太基的消息最近也送达,他意气风发,信任着公民们的善意,如今公开号召军队投入针对罗马人的战争,一方面,他揭露了罗马人曾企图以何种方式要求交出他本人及军队的所有领袖,另一方面,他指出了他们即将到达的土地之肥沃,以及凯尔特人的善意与同盟。
§3.34.9εὐθύμως δὲ τῶν ὄχλων αὐτῷ συνεξισταμένων, ἐπαινέσας καὶ παραγγείλας τακτὴν ἡμέραν, ἐν ᾗ ποιήσεται τὴν ἔξοδον, τότε μὲν διέλυσε τὴν ἐκκλησίαν.
由于群众满腔热忱地一致响应他,他在赞扬了他们并宣布了出发的固定日期后,便暂时解散了集会。