Humanitext Reader

波利比奥斯 · 历史 §3.19.1-3.19.13

法罗斯的陷落与德米特里逃亡

第 178 段,共 1311 段 · 希腊语

内容简介

罗马军队通过奇计前后夹击并击败了伊利里亚军,彻底控制了法罗斯。德米特里败逃至马其顿,而罗马将领埃米利乌斯则胜利班师并举行了凯旋式。

§3.19.1βασιν τῶν ὑπεναντίων.
敌人的登陆。
ἅμα δὲ τῷ συμμῖξαι γινομένης ἰσχυρᾶς τῆς συμπλοκῆς προσεβοήθουν ἀεὶ πλείους τῶν ἐκ τῆς πόλεως· τέλος δὲ πάντες ἐξεχύθησαν εἰς τὸν κίνδυνον.
在他们交锋的同时,激烈的混战爆发了,城市中源源不断有更多人前来增援;最后所有人整队冲入这场危险之中。
§3.19.2τῶν δὲ Ῥωμαίων οἱ τῆς νυκτὸς ἀποβάντες εἰς τὸν καιρὸν τοῦτον συνῆψαν, διὰ τόπων ἀδήλων ποιούμενοι τὴν πορείαν.
而在夜间登陆的罗马人,则在此时悄悄逼近,他们穿过隐秘的地区前进。
§3.19.3καὶ καταλαβόμενοι μεταξὺ τῆς πόλεως καὶ τοῦ λιμένος λόφον ἐρυμνὸν διέκλεισαν ἀπὸ τῆς πόλεως τοὺς ἐκβεβοηθηκότας.
他们占领了位于城市与港口之间的一座险要的山丘,将出城增援的人与城市隔绝开来。
§3.19.4οἱ δὲ περὶ τὸν Δημήτριον συννοήσαντες τὸ γεγονὸς τοῦ μὲν διακωλύειν τοὺς ἀποβαίνοντας ἀπέστησαν, συναθροίσαντες δὲ σφᾶς αὐτοὺς καὶ παρακαλέσαντες ὥρμησαν, κρίναντες ἐκ παρατάξεως διακινδυνεύειν πρὸς τοὺς ἐπὶ τὸν λόφον.
德米特里及其部下在意识到所发生的事情后,便放弃了阻止登陆敌军的企图,而是将队伍集结起来,互相勉励,决定以阵地战的形式向占领山丘的人发起决战。
§3.19.5οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τὴν ἔφοδον τῶν Ἰλλυριῶν ἐνεργὸν καὶ συντεταγμένην ἀντέπεσαν ταῖς σπείραις καταπληκτικῶς.
罗马人见伊利里亚人的进攻勇猛且队形整齐,便率领步兵大队迎头痛击,气势夺人。
§3.19.6ἅμα δὲ τοῖς προειρημένοις οἱ πεποιημένοι τὴν ἀπόβασιν ἀπὸ τῶν πλοίων, συνορῶντες τὸ γινόμενον, προσέκειντο κατόπιν· καὶ πανταχόθεν προσπίπτοντες θόρυβον καὶ ταραχὴν οὐ μικρὰν ἐν τοῖς Ἰλλυριοῖς κατεσκεύαζον.
与此同时,从船上登陆的那些人看清了局势,从后方发起了进攻;他们从四面八方夹击,在伊利里亚人中造成了极大的混乱和惊恐。
§3.19.7ἐξ οὗ τῶν μὲν κατὰ πρόσωπον τῶν δὲ κατὰ νώτου πονούντων, τέλος οἱ περὶ τὸν Δημήτριον ἐτράπησαν· καὶ τινὲς μὲν αὐτῶν ἔφυγον ὡς πρὸς τὴν πόλιν, οἱ δὲ πλείους ἀνοδίᾳ κατὰ τῆς νήσου διεσπάρησαν.
结果,在前后受敌、腹背遭劫的情况下,德米特里及其随从最终被击溃;其中一些人逃往城市,而大多数人则散落到岛上无路可行的地方。
§3.19.8ὁ δὲ Δημήτριος ἔχων ἑτοίμους λέμβους πρὸς τὸ συμβαῖνον ἔν τισι τόποις ἐρήμοις ὑφορμοῦντας ἐπὶ τούτους ἐποιήσατο τὴν ἀποχώρησιν.
但德米特里在一些偏僻地方停泊着准备应对突发事件的快艇,他便撤退到这些快艇旁。
εἰς οὓς ἐμβὰς ἐπιγενομένης τῆς νυκτὸς ἀπέπλευσε καὶ διεκομίσθη παραδόξως πρὸς τὸν βασιλέα Φίλιππον, παρʼ ᾧ τὸ λοιπὸν διέτριβε τοῦ βίου μέρος,
他登船并在夜幕降临时启航,出人意料地安全抵达了国王菲利普那里,并在他的身边度过了余生。
§3.19.9ἀνὴρ θράσος μὲν καὶ τόλμαν κεκτημένος, ἀλόγιστον δὲ ταύτην καὶ τελέως ἄκριτον.
他是一个拥有胆量和勇气的人,但这却毫无理性,而且完全缺乏判断力。
§3.19.10διὸ καὶ τὴν καταστροφὴν παραπλησίαν αὐτῷ συνέβη γενέσθαι τῇ κατὰ τὸν ὅλον βίον προαιρέσει.
因而,他的结局最终也变得与其一生的行事作风非常相似。
§3.19.11καταλαβέσθαι γὰρ ἐγχειρήσας μετὰ τῆς Φιλίππου γνώμης τὴν τῶν Μεσσηνίων πόλιν εἰκῇ καὶ παραβόλως ἐν αὐτῷ τῷ τῆς πράξεως καιρῷ διεφθάρη· περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος, ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, διασαφήσομεν.
盖因他在菲利普的默许下,企图以轻率和冒险的方式占领麦塞尼亚人的城市,结果在行动的紧要关头丧生;关于这些,我们将在叙述到这一时期时作详细说明。
§3.19.12ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων Αἰμίλιος τὴν μὲν Φάρον εὐθέως ἐξ ἐφόδου παραλαβὼν κατέσκαψε, τῆς δὲ λοιπῆς Ἰλλυρίδος ἐγκρατὴς γενόμενος καὶ πάντα διατάξας κατὰ τὴν αὑτοῦ προαίρεσιν μετὰ ταῦτα ληγούσης ἤδη τῆς θερείας εἰς τὴν Ῥώμην ἐπανῆλθεν καὶ τὴν εἴσοδον ἐποιήσατο μετὰ θριάμβου καὶ τῆς ἁπάσης εὐδοξίας.
罗马将领埃米利乌斯在首次进攻中便立即夺取了法罗斯并将其夷为平地;在控制了伊利里亚其余地区并按照自己的意愿布置好一切后,他于夏末返回罗马,举行了凯旋式,赢得了极高的名望。
§3.19.13ἐδόκει γὰρ οὐ μόνον ἐπιδεξίως, ἔτι δὲ μᾶλλον ἀνδρωδῶς κεχρῆσθαι τοῖς πράγμασιν.
因为人们认为他处理事务不仅机敏得当,而且表现得尤为英勇。

词汇与语法注释

  1. §3.19.1ἅμα δὲ τῷ συμμῖξαι — “ἅμα”接与格冠词不定式(“τῷ συμμῖξαι”)表示“与……同时”。不定式“συμμῖξαι”作不及物动词用,意为“(两军)交锋”,其逻辑主语在上下文中被省略,但明显指代双方军队。
  2. §3.19.2τῆς νυκτὸς — 时间属格,意为“在夜间”或“趁夜”。
  3. §3.19.4τοῦ μὲν διακωλύειν — 动词“ἀπέστησαν”(“ἀφίστημι”的第二不定过去时)意为“放弃、停止”,要求接表示分离的属格,在此处由带冠词的不定式“τοῦ διακωλύειν”充当。
  4. §3.19.10συνέβη — 无人称动词“συνέβη”(发生、结果是)后接宾格加不定式结构,其中“τὴν καταστροφὴν”是“γενέσθαι”的逻辑主语(宾格),而“παραπλησίαν”是修饰“τὴν καταστροφὴν”的表语性形容词。整个结构表示“他的结局最终变得与其(一生的抉择)非常相似”。

引用这一段

波利比奥斯, 历史 §3.19.1-3.19.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.19.1-3.19.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。