Humanitext Reader

波利比奥斯 · 历史 §3.21.1-3.21.10

迦太基依据条约的申辩与罗马的最后通牒

第 180 段,共 1311 段 · 希腊语

内容简介

迦太基人引用过去的条约来为进攻萨贡敦辩护,而罗马人拒绝辩论并要求交出罪魁祸首。作者强调了详细考察两国间历史条约权利的必要性。

§3.21.1δικαιολογεῖσθαι.
进行辩护。
τὰς μὲν οὖν πρὸς Ἀσδρούβαν ὁμολογίας παρεσιώπων, ὡς οὔτε γεγενημένας, εἴ τε γεγόνασιν, οὐδὲν οὔσας πρὸς αὑτοὺς διὰ τὸ χωρὶς τῆς σφετέρας πεπρᾶχθαι γνώμης.
于是,他们对与哈斯德鲁巴尔达成的协定闭口不提,认为它既未曾存在过,即便存在过也与他们无关,因为那是未经他们同意而达成的。
§3.21.2ἐχρῶντο δʼ ἐξ αὐτῶν Ῥωμαίων εἰς τοῦτο παραδείγματι.
他们还引用了罗马人自己的例子来证明这一点。
τὰς γὰρ ἐπὶ Λυτατίου γενομένας συνθήκας ἐν τῷ πολέμῳ τῷ περὶ Σικελίας, ταύτας ἔφασαν ἤδη συνωμολογημένας ὑπὸ Λυτατίου μετὰ ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων ἀκύρους ποιῆσαι διὰ τὸ χωρὶς τῆς αὑτοῦ γενέσθαι γνώμης.
因为他们声称,在关于西西里战争中由鲁塔提乌斯签订的条约,尽管当时已由鲁塔提乌斯达成协议,但此后罗马人民却因其未经自身同意而宣布其无效。
§3.21.3ἐπίεζον δὲ καὶ προσαπηρείδοντο παρʼ ὅλην τὴν δικαιολογίαν ἐπὶ τὰς τελευταίας συνθήκας τὰς γενομένας ἐν τῷ περὶ Σικελίας πολέμῳ.
并且,在他们的整个辩护过程中,他们强调并依凭于在西西里战争中达成的最后一份条约。
§3.21.4ἐν αἷς περὶ μὲν Ἰβηρίας οὐκ ἔφασαν ὑπάρχειν ἔγγραφον οὐδέν, περὶ δὲ τοῦ τοῖς ἑκατέρων συμμάχοις τὴν παρʼ ἀμφοῖν ἀσφάλειαν εἶναι ῥητῶς κατατετάχθαι.
他们声称,其中没有任何关于伊比利亚的成文条款,但明文规定双方必须保证对方盟友的安全。
§3.21.5Ζακανθαίους δὲ παρεδείκνυον οὐκ ὄντας τότε Ῥωμαίων συμμάχους καὶ παρανεγίνωσκον πρὸς τοῦτο πλεονάκις τὰς συνθήκας.
他们指出,萨贡敦人当时并非罗马人的盟友,并为此多次宣读该条约。
§3.21.6Ῥωμαῖοι δὲ τοῦ μὲν δικαιολογεῖσθαι καθάπαξ ἀπεγίνωσκον, φάσκοντες ἀκεραίου μὲν ἔτι διαμενούσης τῆς τῶν Ζακανθαίων πόλεως ἐπιδέχεσθαι τὰ πράγματα δικαιολογίαν καὶ δυνατὸν εἶναι λόγῳ περὶ τῶν ἀμφισβητουμένων διεξάγειν· §3.21.7ταύτης δὲ παρεσπονδημένης ἢ τοὺς αἰτίους ἐκδοτέον εἶναι σφίσι, διʼ οὗ φανερὸν ἔσται πᾶσιν ὡς οὐ μετεσχήκασι τῆς ἀδικίας, ἀλλʼ ἄνευ τῆς αὑτῶν γνώμης πεπρᾶχθαι τοῦτο τοὔργον, §3.21.8ἢ μὴ βουλομένους τοῦτο ποιεῖν, ὁμολογοῦντας δὲ κοινωνεῖν τῆς ἀδικίας καὶ συναναδέχεσθαι τὸν πόλεμον.
而罗马人则完全拒绝进行辩护,声称在萨贡敦城尚完好无损时,事情确实还容得下辩护,并且可以通过言词来讨论争议点;但既然它已被背信弃义地攻破,要么必须将罪魁祸首移交给他们,由此向所有人表明他们没有参与这起不义行为,而是未经他们同意做出的,要么如果他们不愿意这样做,就等于承认共同参与了这起不义行为并一同承受战争。
οἱ μὲν οὖν καθολικώτερόν πως ἐχρήσαντο τοῖς λόγοις.
以上是他们使用的较为普遍的论点。
§3.21.9ἡμῖν δʼ ἀναγκαῖον εἶναι δοκεῖ τὸ μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μήθʼ οἷς καθήκει καὶ διαφέρει τὸ σαφῶς εἰδέναι τὴν ἐν τούτοις ἀκρίβειαν, παραπαίωσι τῆς ἀληθείας ἐν τοῖς ἀναγκαιοτάτοις διαβουλίοις, §3.21.10μήθʼ οἱ φιλομαθοῦντες περὶ τούτων ἀστοχῶσι, συμπλανώμενοι ταῖς ἀγνοίαις καὶ φιλοτιμίαις τῶν συγγραφέων, ἀλλʼ ᾖ τις ὁμολογουμένη θεωρία τῶν ἀπὸ τῆς ἀρχῆς ὑπαρξάντων δικαίων Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους ἕως εἰς τοὺς καθʼ ἡμᾶς καιρούς.
但在我看来,必须对这一部分进行考察,以免那些有责任且需要明确了解其中准确真相的人,在最不可或缺的审议中背离真理,也不致使求知者在这些问题上迷失方向,被历史家们的无知与虚荣所误导,而是能够对罗马人与迦太基人之间从最初直至我们这个时代所存在的权利关系,有一个公认的考察。

词汇与语法注释

  1. §3.21.1δικαιολογεῖσθαι — 依附于前一分节(§3.20.10)末尾主要动词 ἤρξαντο(开始)的补足不定式。置于本分节开头以保持上下文的连贯性。
  2. §3.21.1ὡς οὔτε γεγενημένας — 带有虚词 ὡς 的分词短语,表示主句动词 παρεσιώπων(默杀、闭口不提)的主观原因(迦太基人的主张)。在此对比了 οὔτε γεγενημένας(既未曾存在)与 εἴ τε γεγόνασιν, οὐδὲν οὔσας(即便存在也无关紧要)。
  3. §3.21.2τὰς γὰρ ἐπὶ Λυτατίου... ποιῆσαι — 依附于动词 ἔφασαν(他们说)的长对格与不定式结构。不定式的逻辑主语是 τὸν δῆμον τῶν Ῥωμαίων(罗马人民),不定式动词是 ποιῆσαι(使无效)。句首的 τὰς ἐπὶ Λυτατίου γενομένας συνθήκας 通过指示代词 ταύτας 被复指,并作为 ποιῆσαι 的直接宾语。

引用这一段

波利比奥斯, 历史 §3.21.1-3.21.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.21.1-3.21.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。