Humanitext Reader

波利比奥斯 · 历史 §3.115.1-3.115.12

坎尼交战与罗马步兵陷入重围

第 274 段,共 1311 段 · 希腊语

内容简介

在坎尼战役中,起初轻装兵互有胜负,但迦太基左翼骑兵压倒了罗马军。罗马步兵向前推进并击退了凯尔特人的新月形阵,但由于推进过深,遭到两侧重装利比亚人的合围。

§3.115.1γενομένης δὲ τῆς συμπλοκῆς τῆς πρώτης ἐκ τῶν προτεταγμένων, τὰς μὲν ἀρχὰς αὐτῶν τῶν εὐζώνων ἔπισος ἦν ὁ κίνδυνος, §3.115.2ἅμα δὲ τῷ τοὺς Ἴβηρας καὶ Κελτοὺς ἱππεῖς ἀπὸ τῶν εὐωνύμων πελάσαι τοῖς Ῥωμαίοις ἐποίουν οὗτοι μάχην ἀληθινὴν καὶ βαρβαρικήν·
当前哨轻装兵的第一次冲突开始时,起初这些轻装兵之间的战斗是不分胜负的,但当左翼的伊比利亚和凯尔特骑兵一逼近罗马人,他们就展开了一场真正的、野蛮的战斗。
§3.115.3οὐ γὰρ ἦν κατὰ νόμους ἐξ ἀναστροφῆς καὶ μεταβολῆς ὁ κίνδυνος, ἀλλʼ εἰσάπαξ συμπεσόντες ἐμάχοντο συμπλεκόμενοι κατʼ ἄνδρα, παρακαταβαίνοντες ἀπὸ τῶν ἵππων.
因为这场战斗并非按照旋转和反转的规则进行,而是一旦碰撞在一起,他们就纷纷下马,进行肉搏,人自为战。
§3.115.4ἐπειδὴ δʼ ἐκράτησαν οἱ παρὰ τῶν Καρχηδονίων καὶ τοὺς μὲν πλείστους ἀπέκτειναν ἐν τῇ συμπλοκῇ, πάντων ἐκθύμως καὶ γενναίως διαγωνιζομένων τῶν Ῥωμαίων, τοὺς δὲ λοιποὺς ἤλαυνον παρὰ τὸν ποταμὸν φονεύοντες καὶ προσφέροντες τὰς χεῖρας ἀπαραιτήτως, τότε δὴ τὰ πεζικὰ στρατόπεδα διαδεξάμενα τοὺς εὐζώνους συνέπεσεν ἀλλήλοις.
当迦太基人占了上风,在冲突中击杀了他们中的大多数(尽管所有罗马人都充满斗志、英勇奋战),并沿着河边追击其余的人,无情地进行屠杀时,就在那时,步兵主力接替了轻装兵,彼此迎面相撞。
§3.115.5ἐπὶ βραχὺ μὲν οὖν τῶν Ἰβήρων καὶ τῶν Κελτῶν ἔμενον αἱ τάξεις καὶ διεμάχοντο τοῖς Ῥωμαίοις γενναίως· μετὰ δὲ ταῦτα τῷ βάρει θλιβόμενοι κλίνοντες ὑπεχώρουν εἰς τοὐπίσω, λύσαντες τὸν μηνίσκον.
因此,在短时间内,伊比利亚人和凯尔特人的阵线还坚守阵地,与罗马人英勇战斗;但在此之后,由于受到重压,他们开始退却,向后撤退,瓦解了新月形阵。
§3.115.6αἱ δὲ τῶν Ῥωμαίων σπεῖραι κατὰ τὴν ἐκθυμίαν ἑπόμεναι τούτοις διέκοψαν ῥᾳδίως τὴν τῶν ὑπεναντίων τάξιν, ἅτε δὴ τῶν μὲν Κελτῶν ἐπὶ λεπτὸν ἐκτεταγμένων, αὐτοὶ δὲ πεπυκνωκότες ἀπὸ τῶν κεράτων ἐπὶ τὰ μέσα καὶ τὸν κινδυνεύοντα τόπον· §3.115.7οὐ γὰρ ἅμα συνέβαινε τὰ κέρατα καὶ τὰ μέσα συμπίπτειν, ἀλλὰ πρῶτα τὰ μέσα διὰ τὸ τοὺς Κελτοὺς ἐν μηνοειδεῖ σχήματι τεταγμένους πολὺ προπεπτωκέναι τῶν κεράτων, ἅτε τοῦ μηνίσκου τὸ κύρτωμα πρὸς τοὺς πολεμίους ἔχοντος.
罗马人的中队斗志昂扬地追击着他们,轻易地突破了对手的阵线,因为凯尔特人的部署十分薄弱,而罗马人自己则从两翼向中央即危险的地点靠拢并密集起来;因为两翼和中央并非同时接战,而是中央最先接战,这是因为凯尔特人排成新月形,比两翼突出得多,新月的凸面正对着敌人。
§3.115.8πλὴν ἑπόμενοί γε τούτοις οἱ Ῥωμαῖοι καὶ συντρέχοντες ἐπὶ τὰ μέσα καὶ τὸν εἴκοντα τόπον τῶν πολεμίων οὕτως ἐπὶ πολὺ προέπεσον ὥστʼ ἐξ ἑκατέρου τοῦ μέρους κατὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας τοὺς Λίβυας αὐτῶν γενέσθαι τοὺς ἐν τοῖς βαρέσι καθοπλισμοῖς· §3.115.9ὧν οἱ μὲν ἀπὸ τοῦ δεξιοῦ κέρατος κλίναντες ἐπʼ ἀσπίδα καὶ τὴν ἐμβολὴν ἐκ δόρατος ποιούμενοι παρίσταντο παρὰ πλευρὰν τοῖς πολεμίοις, §3.115.10οἱ δʼ ἀπὸ τῶν εὐωνύμων ἐπὶ δόρυ ποιούμενοι τὴν κλίσιν ἐξ ἀσπίδος ἐπιπαρενέβαλλον, αὐτοῦ τοῦ πράγματος ὃ δέον ἦν ποιεῖν ὑποδεικνύντος.
然而,罗马人紧追着他们,向敌军退让的中央地带合拢,以至于推进得如此之深,结果在他们的两侧,即侧翼出现的位置,站着装备重甲的利比亚人;他们当中,右翼的那些人转向左侧(盾牌一侧),用长矛发起冲击,逼近敌人的侧翼,而左翼的那些人则转向右侧(长矛一侧),从侧翼展开部署,情势本身就指示了他们应该怎么做。
§3.115.11ἐξ οὗ συνέβη κατὰ τὴν Ἀννίβου πρόνοιαν μέσους ἀποληφθῆναι τοὺς Ῥωμαίους ὑπὸ τῶν Λιβύων κατὰ τὴν ἐπὶ τοὺς Κελτοὺς παράπτωσιν.
结果,正如汉尼拔预料的那样,罗马人在向凯尔特人突击的过程中,在中央被利比亚人包围了。
§3.115.12οὗτοι μὲν οὖν οὐκέτι φαλαγγηδόν, ἀλλὰ κατʼ ἄνδρα καὶ κατὰ σπείρας στρεφόμενοι πρὸς τοὺς ἐκ τῶν πλαγίων προς
因此,他们不再以方阵形式,而是人自为战并按中队,转向那些从侧翼进攻他们的人……

词汇与语法注释

  1. 3.115.2ἅμα δὲ τῷ ... πελάσαι — 采用“ἅμα τῷ + 不定式(带宾格主语)”的句型,表示时间的随行性或同时性(“一……就……”,“与……同时”)。此处 τοὺς Ἴβηρας ... 是一动词不定式 πελάσαι 的主语。
  2. 3.115.9ἐπʼ ἀσπίδα — 古代军事术语,字面意思是“向盾牌一侧”(即“向左”),因为士兵左手持盾(ἀσπίς)。它与相反的 ἐπὶ δόρυ(“向长矛一侧”,即“向右”)并用,是指示阵型转换方向的标准表达。
  3. 3.115.12προς — 该处抄本在 `προς` 处突然中断,通常被推测为现在分词 `προσπίπτοντας`(“袭击者”)等词的开头部分。译文也反映了原文的不完整状态,在句中结束。

引用这一段

波利比奥斯, 历史 §3.115.1-3.115.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.115.1-3.115.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。