§3.117.1ἡ μὲν οὖν περὶ Κάνναν γενομένη μάχη Ῥωμαίων καὶ Καρχηδονίων ἐπετελέσθη τὸν τρόπον τοῦτον, μάχη γενναιοτάτους ἄνδρας ἔχουσα καὶ τοὺς νικήσαντας καὶ τοὺς ἡττηθέντας.
就这样,罗马人与迦太基人在坎尼发生的战斗以此种方式结束了,这是一场无论胜者还是败者都拥有极其勇敢之士的战斗。
§3.117.2δῆλον δὲ τοῦτʼ ἐγένετʼ ἐξ αὐτῶν τῶν πραγμάτων.
这从事实本身也变得显而易见。
τῶν μὲν γὰρ ἑξακισχιλίων ἱππέων ἑβδομήκοντα μὲν εἰς Οὐενουσίαν μετὰ Γαΐου διέφυγον, περὶ τριακοσίους δὲ τῶν συμμάχων σποράδες εἰς τὰς πόλεις ἐσώθησαν· §3.117.3ἐκ δὲ τῶν πεζῶν μαχόμενοι μὲν ἑάλωσαν εἰς μυρίους — οἱ δʼ ἐκτὸς ὄντες τῆς μάχης — ἐξ αὐτοῦ δὲ τοῦ κινδύνου τρισχίλιοι μόνον ἴσως εἰς τὰς παρακειμένας πόλεις διέφυγον.
因为在六千名骑兵中,有七十人与盖乌斯一同逃往维努西亚,而大约三百名盟军骑兵则零星地逃入各城市得以生还;而在步兵中,大约有一万人被俘——他们是那些处于战场之外的人——至于在实际危险中的人,大概只有三千人逃到了邻近的城市。
§3.117.4οἱ δὲ λοιποὶ πάντες, ὄντες εἰς ἑπτὰ μυριάδας, ἀπέθανον εὐγενῶς, τὴν μεγίστην χρείαν παρεσχημένου τοῖς Καρχηδονίοις εἰς τὸ νικᾶν καὶ τότε καὶ πρὸ τοῦ τοῦ τῶν ἱππέων ὄχλου.
其余的所有人,多达七万,都英勇地战死了。 在此次以及先前的战斗中,骑兵部队都为迦太基人夺取胜利提供了最大的助力。
§3.117.5καὶ δῆλον ἐγένετο τοῖς ἐπιγενομένοις ὅτι κρεῖττόν ἐστι πρὸς τοὺς τῶν πολέμων καιροὺς ἡμίσεις ἔχειν πεζούς, ἱπποκρατεῖν δὲ τοῖς ὅλοις, μᾶλλον ἢ πάντα πάρισα τοῖς πολεμίοις ἔχοντα διακινδυνεύειν.
并且,后世的人们也明白了一个道理:在面临战争关头时,宁可拥有一半的步兵但占有绝对的骑兵优势,也比在所有兵种都与敌人对等的情况下冒险要好。
§3.117.6τῶν δὲ μετʼ Ἀννίβου Κελτοὶ μὲν ἔπεσον εἰς τετρακισχιλίους, Ἴβηρες δὲ καὶ Λίβυες εἰς χιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ περὶ διακοσίους.
而在汉尼拔手下的人中,凯尔特人阵亡了约四千人,伊比利亚人和利比亚人阵亡了一千五百人,骑兵则损失了大约二百人。
§3.117.7οἱ δὲ ζωγρηθέντες τῶν Ῥωμαίων ἐκτὸς ἐγένοντο τοῦ κινδύνου, καὶ διὰ τοιαύτην αἰτίαν.
至于被活捉的罗马人,他们是在战场危险之外的,其原因如下。
§3.117.8Λεύκιος ἀπέλιπε μυρίους πεζοὺς ἐπὶ τῆς ἑαυτοῦ παρεμβολῆς, ἵνʼ ἐὰν μὲν Ἀννίβας ὀλιγωρήσας τοῦ χάρακος ἐκτάξῃ πᾶσι, παραπεσόντες οὗτοι κατὰ τὸν τῆς μάχης καιρὸν ἐγκρατεῖς γένωνται τῆς τῶν πολεμίων ἀποσκευῆς, §3.117.9ἐὰν δὲ προϊδόμενος τὸ μέλλον ἀπολίπῃ φυλακὴν ἀξιόχρεων, πρὸς ἐλάττους αὐτοῖς ὁ περὶ τῶν ὅλων γένηται κίνδυνος.
路奇乌斯在自己的营地留守了一万名步兵,以便在汉尼拔忽视营地防守、将全部兵力投入战场时,这些人能在战斗进行时突袭并占领敌军的随身行李;或者,如果他预见到后果并留下一支足够的守备队,那么他们在决定全局的危险战斗中所需面对的敌人就会减少。
§3.117.10ἑάλωσαν δὲ τοιούτῳ τινὶ τρόπῳ.
他们被俘的过程大致如下。
καταλιπόντος Ἀννίβου φυλακὴν ἀρκοῦσαν ἐπὶ τοῦ χάρακος, ἅμα τῷ κατάρξασθαι τὴν μάχην κατὰ τὸ συνταχθὲν ἐπολιόρκουν οἱ Ῥωμαῖοι, προσβάλλοντες τοὺς ἀπολελειμμένους ἐν τῷ τῶν Καρχηδονίων χάρακι.
由于汉尼拔在营地留下了充足的守备队,战斗刚一开始,罗马人便按照既定命令,通过袭击留在迦太基营地的人来进行围攻。
τὸ μὲν οὖν πρῶτον ἀντεῖχον· §3.117.11ἤδη δʼ αὐτῶν πιεζομένων, ἐπειδὴ κατὰ πάντα τὰ μέρη τὴν μάχην Ἀννίβας ἔκρινε, καὶ τότε παραβοηθήσας καὶ τρεψάμενος συνέκλεισε τοὺς Ῥωμαίους εἰς τὴν ἰδίαν παρεμβολὴν καὶ δισχιλίους μὲν αὐτῶν ἀπέκτεινε, τῶν δὲ λοιπῶν ἐγκρατὴς ἐγένετο ζωγρίᾳ πάντων.
起初,他们还在坚守;但当他们已经被迫入绝境时,由于汉尼拔已经在所有区域决定了战斗的胜负,他便在此时前来增援并击退了敌人,将罗马人困在他们自己的营地里,杀死了其中的二千人,并活捉了其余的所有人。
§3.117.12ὁμοίως δὲ καὶ τοὺς ἐπὶ τὰ κατὰ τὴν χώραν ἐρύματα συμπεφευγότας ἐκπολιορκήσαντες οἱ Νομάδες ἐπανῆγον, ὄντας εἰς δισχιλίους τῶν εἰς φυγὴν τραπέντων ἱππέων.
同样地,努米底亚人也通过围攻,将那些逃往该地区各处据点的人带了回来,这些人是逃跑的骑兵中的大约二千人。