§3.107.1τὸν μὲν οὖν χειμῶνα καὶ τὴν ἐαρινὴν ὥραν διέμειναν ἀντιστρατοπεδεύοντες ἀλλήλοις·
于是,他们在冬季和春季期间一直相互对峙扎营。
ἤδη δὲ παραδιδόντος τοῦ καιροῦ τὴν ἐκ τῶν ἐπετείων καρπῶν χορηγίαν, ἐκίνει τὴν δύναμιν ἐκ τοῦ περὶ τὸ Γερούνιον χάρακος Ἀννίβας.
然而,当季节已经开始提供当年的庄稼粮食时,汉尼拔便将军队撤出了格鲁尼乌姆附近的营地。
§3.107.2κρίνων δὲ συμφέρειν τὸ κατὰ πάντα τρόπον ἀναγκάσαι μάχεσθαι τοὺς πολεμίους, καταλαμβάνει τὴν τῆς Κάννης προσαγορευομένης πόλεως ἄκραν.
他判定采取一切手段逼迫敌人交战是有利的,于是占领了被称为坎奈的城市的城堡。
§3.107.3εἰς γὰρ ταύτην συνέβαινε τόν τε σῖτον καὶ τὰς λοιπὰς χορηγίας ἁθροίζεσθαι τοῖς Ῥωμαίοις ἐκ τῶν περὶ Κανύσιον τόπων· ἐκ δὲ ταύτης ἀεὶ πρὸς τὴν χρείαν ἐπὶ τὸ στρατόπεδον παρακομίζεσθαι.
因为罗马人的谷物和其他给养正是从卡努西乌姆周围地区聚集到这座城市,并从这里根据需要不断运往营地。
§3.107.4τὴν μὲν οὖν πόλιν ἔτι πρότερον συνέβαινε κατεσκάφθαι, τῆς παρασκευῆς δὲ καὶ τῆς ἄκρας τότε καταληφθείσης, οὐ μικρὰν συνέπεσε ταραχὴν γενέσθαι περὶ τὰς τῶν Ῥωμαίων δυνάμεις· §3.107.5οὐ γὰρ μόνον διὰ τὰς χορηγίας ἐδυσχρηστοῦντʼ ἐπὶ τῷ κατειλῆφθαι τὸν προειρημένον τόπον, ἀλλὰ καὶ διὰ τὸ κατὰ τὴν πέριξ εὐφυῶς κεῖσθαι χώραν.
城市本身在此之前就已被摧毁,但此时由于储备物资和城堡被占领,罗马军队中发生了不小的混乱;因为他们因上述地点被占领而陷入困境,不仅是因为给养问题,还因为该地点对于周边地区而言处于极佳的地理位置。
§3.107.6πέμποντες οὖν εἰς τὴν Ῥώμην συνεχῶς ἐπυνθάνοντο τί δεῖ ποιεῖν, ὡς ἐὰν ἐγγίσωσι τοῖς πολεμίοις, οὐ δυνησόμενοι φυγομαχεῖν, τῆς μὲν χώρας καταφθειρομένης, τῶν δὲ συμμάχων πάντων μετεώρων ὄντων ταῖς διανοίαις,
因此,他们不断派人前往罗马,询问应当如何行事,因为如果他们接近敌人,将无法避免交战,而此时国土正遭到破坏,所有盟友的人心也都动摇不定。
§3.107.7οἱ δʼ ἐβουλεύσαντο μάχεσθαι καὶ συμβάλλειν τοῖς πολεμίοις.
而罗马人决议进行战斗并与敌人交战。
τοῖς μὲν οὖν περὶ τὸν Γνάιον ἐπισχεῖν ἔτι διεσάφησαν, αὐτοὶ δὲ τοὺς ὑπάτους ἐξαπέστελλον.
他们一方面向格奈乌斯一行人指示仍需按兵不动,另一方面亲自派遣执政官出发。
§3.107.8συνέβαινε δὲ πάντας εἰς τὸν Αἰμίλιον ἀποβλέπειν καὶ πρὸς τοῦτον ἀπερείδεσθαι τὰς πλείστας ἐλπίδας διά τε τὴν ἐκ τοῦ λοιποῦ βίου καλοκἀγαθίαν καὶ διὰ τὸ μικροῖς πρότερον χρόνοις ἀνδρωδῶς ἅμα καὶ συμφερόντως δοκεῖν κεχειρικέναι τὸν πρὸς Ἰλλυριοὺς πόλεμον.
此时所有人都瞩目于埃米利乌斯,并将最大的希望寄托于他,这既是因为他过往生涯中的高尚品德,也是因为他在不久前被认为以既勇敢又有益的方式处理了对伊利里亚人的战争。
§3.107.9προέθεντο δὲ στρατοπέδοις ὀκτὼ διακινδυνεύειν, ὃ πρότερον οὐδέποτʼ ἐγεγόνει παρὰ Ῥωμαίοις, ἑκάστου τῶν στρατοπέδων ἔχοντος ἄνδρας εἰς πεντακισχιλίους χωρὶς τῶν συμμάχων.
他们决定用八个军团进行决战,这在罗马人中是前所未有的,除盟友外,每个军团拥有约五千名士兵。
§3.107.10Ῥωμαῖοι γάρ, καθά που καὶ πρότερον εἰρήκαμεν, ἀεί ποτε τέτταρα στρατόπεδα προχειρίζονται.
因为正如我们之前在某处所说,罗马人向来只动员四个军团。
τὸ δὲ στρατόπεδον πεζοὺς μὲν λαμβάνει περὶ τετρακισχιλίους, ἱππεῖς δὲ διακοσίους.
每个军团接纳约四千名步兵和两百名骑兵。
§3.107.11ἐπὰν δέ τις ὁλοσχερεστέρα προφαίνηται χρεία, τοὺς μὲν πεζοὺς ἐν ἑκάστῳ στρατοπέδῳ ποιοῦσι περὶ πεντακισχιλίους, τοὺς δʼ ἱππεῖς τριακοσίους.
而一旦出现更重大的需求时,他们会将每个军团的步兵增至约五千人,骑兵增至三百人。
§3.107.12τῶν δὲ συμμάχων τὸ μὲν τῶν πεζῶν πλῆθος πάρισον ποιοῦσι τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, τὸ δὲ τῶν ἱππέων ὡς ἐπίπαν τριπλάσιον.
至于盟友,他们使步兵的数量与罗马军团相当,而骑兵的数量通常是其三倍。
§3.107.13τούτων δὲ τοὺς ἡμίσεις τῶν συμμάχων καὶ τὰ δύο στρατόπεδα δόντες ἑκατέρῳ τῶν ὑπάτων ἐξαποστέλλουσιν ἐπὶ τὰς πράξεις.
他们将这些盟友的一半以及两个军团分给两位执政官中的每一位,然后派遣他们去执行任务。
§3.107.14καὶ τοὺς μὲν πλείστους ἀγῶνας διʼ ἑνὸς ὑπάτου καὶ δύο στρατοπέδων καὶ τοῦ προειρημένου πλήθους τῶν συμμάχων κρίνουσι, σπανίως δὲ πᾶσι πρὸς ἕνα καιρὸν καὶ πρὸς ἕνα χρῶνται κίνδυνον.
他们大多数的战役仅由一位执政官、两个军团以及上述数量的盟友来决定胜负,极少在同一时间将全部力量投入于单一的冒险中。
§3.107.15τότε γε μὴν οὕτως ἐκπλαγεῖς ἦσαν καὶ κατάφοβοι τὸ μέλλον ὡς οὐ μόνον τέτταρσιν, ἀλλʼ ὀκτὼ στρατοπέδοις Ῥωμαϊκοῖς ὁμοῦ προῄρηντο διακινδυνεύειν.
然而在当时,他们对未来感到如此惊恐和害怕,以至于决定不仅用四个,而是同时用八个罗马军团来决一死战。