Humanitext Reader

波利比奥斯 · 历史 §3.108.1-3.108.10

执政官出征与艾米里乌斯对士兵的演说

第 267 段,共 1311 段 · 希腊语

内容简介

罗马元老院勉励并派遣执政官们奔赴战场,艾米里乌斯向士兵发表讲话,分析以往失败的原因并说明当前战斗的有利条件。

§3.108.1διὸ καὶ παρακαλέσαντες τοὺς περὶ τὸν Αἰμίλιον καὶ πρὸ ὀφθαλμῶν θέντες τὸ μέγεθος τῶν εἰς ἑκάτερον τὸ μέρος ἀποβησομένων ἐκ τῆς μάχης ἐξαπέστειλαν, ἐντειλάμενοι σὺν καιρῷ κρίνειν τὰ ὅλα γενναίως καὶ τῆς πατρίδος ἀξίως.
因此,他们勉励了艾米里乌斯及其同僚,并让他们亲眼看到战斗对双方将产生的后果之重大,随后派遣他们出发,嘱咐他们在时机成熟时,要以高尚且无愧于祖国的方式决定全局。
§3.108.2οἳ καὶ παραγενόμενοι πρὸς τὰς δυνάμεις καὶ συναθροίσαντες τὰ πλήθη τήν τε τῆς συγκλήτου γνώμην διεσάφησαν τοῖς πολλοῖς καὶ παρεκάλουν τὰ πρέποντα τοῖς παρεστῶσι καιροῖς, ἐξ αὐτοπαθείας τοῦ Λευκίου διατιθεμένου τοὺς λόγους.
他们抵达军队并召集士兵后,向众人阐明了元老院的意向,并以适合当前局势的话语勉励他们,此时卢基乌斯凭着自己的真挚情感发表了演说。
§3.108.3ἦν δὲ τὰ πλεῖστα τῶν λεγομένων πρὸς τοῦτον τείνοντα τὸν νοῦν, τὸν ὑπὲρ τῶν νεωστὶ γεγονότων συμπτωμάτων· ὧδε γὰρ καὶ τῇδέ που συνέβαινε διατετράφθαι καὶ προσδεῖσθαι παραινέσεως τοὺς πολλούς.
演说的大部分内容都指向这一核心,即关于最近发生的几次挫败;因为在这些挫败之后,众人的斗志在某种程度上都受到了动摇,需要加以劝勉。
§3.108.4διόπερ ἐπειρᾶτο συνιστάνειν ὅτι τῶν μὲν ἐν ταῖς προγεγενημέναις μάχαις ἐλαττωμάτων οὐχ ἓν οὐδὲ δεύτερον, καὶ πλείω δʼ ἂν εὕροι τις αἴτια, διʼ ἃ τοιοῦτον αὐτῶν ἐξέβη τὸ τέλος, §3.108.5ἐπὶ δὲ τῶν νῦν καιρῶν οὐδεμία λείπεται πρόφασις, ἐὰν ἄνδρες ὦσι, τοῦ μὴ νικᾶν τοὺς ἐχθρούς.
因此,他试图说明,对于以往战斗中的挫败,人们可以找到不止一个或两个、甚至更多的原因,正是这些原因导致了它们那样的结局;但在当前的情况下,只要他们表现得像个男子汉,就没有任何理由不击败敌人。
§3.108.6τότε μὲν γὰρ οὔτε τοὺς ἡγεμόνας ἀμφοτέρους οὐδέποτε συνηγωνίσθαι τοῖς στρατοπέδοις οὔτε ταῖς δυνάμεσι κεχρῆσθαι γεγυμνασμέναις, ἀλλὰ νεοσυλλόγοις καὶ ἀοράτοις παντὸς δεινοῦ· §3.108.7τό τε μέγιστον, ἐπὶ τοσοῦτον ἀγνοεῖσθαι παρʼ αὐτοῖς πρότερον τὰ κατὰ τοὺς ὑπεναντίους ὥστε σχεδὸν μηδʼ ἑωρακότας τοὺς ἀνταγωνιστὰς παρατάττεσθαι καὶ συγκαταβαίνειν εἰς τοὺς ὁλοσχερεῖς κινδύνους.
因为在过去,既没有两位指挥官共同与军团作战,也没有使用过经过训练的军队,而是使用了新征召的、未曾见过任何危险的士兵;而最重要的一点是,以前他们对敌人的情况一无所知,以至于几乎连对手都没看清,就排开阵势、投入到了决定性的危险之中。
§3.108.8‘οἱ μὲν γὰρ περὶ τὸν Τρεβίαν ποταμὸν σφαλέντες, ἐκ Σικελίας τῇ προτεραίᾳ παραγενηθέντες, ἅμα τῷ φωτὶ τῇ κατὰ πόδας ἡμέρᾳ παρετάξαντο· §3.108.9τοῖς δὲ κατὰ Τυρρηνίαν ἀγωνισαμένοις οὐχ οἷον πρότερον, ἀλλʼ οὐδʼ ἐν αὐτῇ τῇ μάχῃ συνιδεῖν ἐξεγένετο τοὺς πολεμίους διὰ τὸ περὶ τὸν ἀέρα γενόμενον σύμπτωμα.
“因为那些在特雷比亚河惨败的人,是在前一天才从西西里赶来,在紧接着的第二天天亮时就排阵迎战;而对于在伊特鲁里亚作战的人,不仅之前无法看清敌人,甚至在战斗过程中,也因为大气中出现的状况而无法看清对手。
§3.108.10νῦν γε μὴν πάντα τἀναντία τοῖς προειρημένοις ὑπάρχει.
但现在,一切情况都与上述完全相反。 ”

词汇与语法注释

  1. §3.108.1τοὺς περὶ τὸν Αἰμίλιον — 冠词/代词 + περί + 宾格的结构,表示“艾米里乌斯及其同僚”。在此指包括另一位执政官特伦提乌斯·瓦罗在内的执政官一行。
  2. §3.108.2οἳ — 关系代名词的主格复数,在句首作为带有连词性质的指示代名词使用(即关系代词的连接用法)。在此指新派遣的执政官们。
  3. §3.108.4τῶν μὲν ἐν ταῖς προγεγενημέναις μάχαις ἐλαττωμάτων — 属格名词短语,修饰后文的 αἴτια(原因),表示过去战斗中挫败的“原因”。也可以理解为关于属格,用于引出主题:“至于过去战斗中的挫败……”。
  4. §3.108.5τοῦ μὴ νικᾶν — 带有冠词的不定式,跟在否定形容词 οὐδεμία(没有)之后,并带有 μὴ,起同格或解释性作用,意为“(没有任何)不击败敌人的(借口)”。
  5. §3.108.6οὔτε τοὺς ἡγεμόνας ἀμφοτέρους οὐδέποτε συνηγωνίσθαι — 间接引语中的“对格+不定式”结构,承接上文 §108.4 中的 ὅτι。主语 ἡγεμόνας 为对格,动词 συνηγωνίσθαι 为不定式。

引用这一段

波利比奥斯, 历史 §3.108.1-3.108.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.108.1-3.108.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。