§3.105.1παραπλήσιον τὸν χειρισμόν.
类似的操作。
ἄρτι δὲ τῆς ἡμέρας διαφαινούσης, καὶ πάντων ταῖς τε διανοίαις καὶ τοῖς ὄμμασι περιεσπασμένων περὶ τοὺς ἐν τῷ γεωλόφῳ κινδυνεύοντας, ἀνύποπτος ἦν ἡ τῶν ἐνεδρευόντων ὑποβολή.
就在天色刚黎明时,由于每个人的注意力和目光都集中在那些在小丘上陷入危险的人身上,埋伏者的部署并没有引起怀疑。
§3.105.2τοῦ δʼ Ἀννίβου συνεχῶς μὲν ἐπαποστέλλοντος τοῖς ἐν τῷ λόφῳ τοὺς βοηθήσοντας, ἑπομένου δὲ κατὰ πόδας αὐτοῦ μετὰ τῶν ἱππέων καὶ τῆς δυνάμεως, ταχέως συνέβη καὶ τοὺς ἱππεῖς συμπεσεῖν ἀλλήλοις.
随着汉尼拔不断向山丘上的人派出援军,并亲自率领骑兵和主力紧随其后,双方的骑兵也很快发生了冲突。
§3.105.3οὗ γενομένου, καὶ πιεζομένων τῶν Ῥωμαίων εὐζώνων ὑπὸ τοῦ πλήθους τῶν ἱππέων, ἅμα μὲν οὗτοι καταφεύγοντες εἰς τὰ βαρέα τῶν ὅπλων θόρυβον ἐποίουν, §3.105.4ἅμα δὲ τοῦ συνθήματος ἀποδοθέντος τοῖς ἐν ταῖς ἐνέδραις, πανταχόθεν ἐπιφαινομένων καὶ προσπιπτόντων τούτων, οὐκέτι περὶ τοὺς εὐζώνους μόνον, ἀλλὰ περὶ πᾶν τὸ στράτευμα μέγας κίνδυνος συνειστήκει τοῖς Ῥωμαίοις.
这件事发生后,罗马轻装兵在众多骑兵的压迫下,一方面逃往重装步兵处并引起了混乱,另一方面,随着给埋伏者的信号发出,这些人从四面八方显现并袭来,罗马人面临的巨大危险已不仅限于轻装兵,而是波及到了整个军队。
§3.105.5κατὰ δὲ τὸν καιρὸν τοῦτον Φάβιος θεωρῶν τὸ γινόμενον καὶ διαγωνιάσας μὴ σφαλῶσι τοῖς ὅλοις, ἐξῆγε τὰς δυνάμεις καὶ κατὰ σπουδὴν ἐβοήθει τοῖς κινδυνεύουσι.
就在此时,法比乌斯看到所发生的一切,并深恐全军覆没,便率领部队出击,火速救援那些处于危险之中的人。
§3.105.6ταχὺ δὲ συνεγγίσαντος αὐτοῦ, πάλιν ἀναθαρρήσαντες οἱ Ῥωμαῖοι, καίπερ λελυκότες ἤδη τὴν ὅλην τάξιν, αὖθις ἁθροιζόμενοι περὶ τὰς σημείας ἀνεχώρουν καὶ κατέφευγον ὑπὸ τὴν τούτων ἀσφάλειαν, πολλοὺς μὲν ἀπολελωκότες τῶν εὐζώνων, ἔτι δὲ πλείους ἐκ τῶν ταγμάτων καὶ τοὺς ἀρίστους ἄνδρας.
随着他迅速逼近,罗马人虽然已经完全打乱了阵形,但重新振作了勇气,再次聚集在军旗周围退却,并在他们的安全庇护下避难,尽管他们已经损失了许多轻装兵,以及更多来自军团的士兵,且都是最优秀的战士。
§3.105.7οἱ δὲ περὶ τὸν Ἀννίβαν καταπλαγέντες τὴν ἀκεραιότητα καὶ σύνταξιν τῶν παραβεβοηθηκότων στρατοπέδων ἀπέστησαν τοῦ διωγμοῦ καὶ τῆς μάχης.
而汉尼拔的军队则被赶来救援的军团那完好无损、井然有序的态势所震撼,停止了追击和战斗。
§3.105.8τοῖς μὲν οὖν παρʼ αὐτὸν γενομένοις τὸν κίνδυνον ἦν ἐναργὲς ὅτι διὰ μὲν τὴν Μάρκου τόλμαν ἀπόλωλε τὰ ὅλα, διὰ δὲ τὴν εὐλάβειαν τοῦ Φαβίου σέσωσται καὶ πρὸ τοῦ καὶ νῦν·
因此,对于身处危险之中的人来说,显而易见的是,由于马尔库斯的鲁莽,全军几乎覆灭,而由于法比乌斯的谨慎,无论以前还是现在都得以得救。
§3.105.9τοῖς δʼ ἐν τῇ Ῥώμῃ τότʼ ἐγένετο φανερὸν ὁμολογουμένως τί διαφέρει στρατιωτικῆς προπετείας καὶ κενοδοξίας στρατηγικὴ πρόνοια καὶ λογισμὸς ἑστὼς καὶ νουνεχής.
此时对于罗马城内的人来说,也一致看得很清楚,军人式的轻率虚荣与将帅式的远见卓识以及坚定明智的理性之间,究竟有着怎样的天壤之别。
§3.105.10οὐ μὴν ἀλλʼ οἱ μὲν Ῥωμαῖοι διδαχθέντες ὑπὸ τῶν πραγμάτων καὶ βαλόμενοι χάρακα πάλιν ἕνα πάντες ἐστρατοπέδευσαν ὁμόσε καὶ λοιπὸν ἤδη Φαβίῳ προσεῖχον τὸν νοῦν καὶ τοῖς ὑπὸ τούτου παραγγελλομένοις.
尽管如此,罗马人从事实中吸取了教训,重新筑起了一道共同的栅栏,全体再次在同处驻营,此后便开始听从法比乌斯的指挥和他的命令。
§3.105.11οἱ δὲ Καρχηδόνιοι τὸν μὲν μεταξὺ τόπον τοῦ βουνοῦ καὶ τῆς σφετέρας παρεμβολῆς διετάφρευσαν, περὶ δὲ τὴν κορυφὴν τοῦ καταληφθέντος λόφου χάρακα περιβαλόντες καὶ φυλακὴν ἐπιστήσαντες λοιπὸν ἤδη πρὸς τὴν χειμασίαν ἀσφαλῶς ἡτοιμάζοντο.
迦太基人则在小丘与他们自己的营地之间挖了一条壕沟,并在夺得的山丘顶端周围筑起栅栏、部署了守卫,此后便开始安全地为过冬做准备。