§3.103.1οἱ δʼ ἐν τῇ Ῥώμῃ, προσπεσόντος σφίσι τοῦ γεγονότος μειζόνως ἢ κατὰ τὴν ἀλήθειαν, περιχαρεῖς ἦσαν διὰ τὸ πρῶτον μὲν ἐκ τῆς προϋπαρχούσης ὑπὲρ τῶν ὅλων δυσελπιστίας οἱονεὶ μεταβολήν τινα πρὸς τὸ βέλτιον αὐτοῖς προφαίνεσθαι, §3.103.2δεύτερον δὲ καὶ διὰ τὸ δοκεῖν τὸν πρὸ τούτου χρόνον τὴν ἀπραγίαν καὶ κατάπληξιν τῶν στρατοπέδων μὴ παρὰ τὴν τῶν δυνάμεων ἀποδειλίασιν, ἀλλὰ παρὰ τὴν τοῦ προεστῶτος εὐλάβειαν γεγονέναι.
罗马城里的人们在得知所发生的事情(其被夸大得超出了事实本身)后,感到欣喜万分。 这首先是因为,由于此前对整个局势深感绝望,此时对他们而言似乎显露出了某种好转的迹象;其次是因为,此前军队的无所作为和恐慌,现在被认为并非由于军队的胆怯,而是由于领导者的过度谨慎所致。
§3.103.3διὸ καὶ τὸν μὲν Φάβιον ᾐτιῶντο καὶ κατεμέμφοντο πάντες ὡς ἀτόλμως χρώμενον τοῖς καιροῖς, τὸν δὲ Μάρκον ἐπὶ τοσοῦτον ηὖξον διὰ τὸ συμβεβηκὸς ὥστε τότε γενέσθαι τὸ μηδέποτε γεγονός· §3.103.4αὐτοκράτορα γὰρ κἀκεῖνον κατέστησαν, πεπεισμένοι ταχέως αὐτὸν τέλος ἐπιθήσειν τοῖς πράγμασι·
因此,所有人都在指责和怪罪法比乌斯,认为他没有胆量利用时机,而他们因这一事件而极大地抬高了马尔库斯,以至于当时发生了从未发生过的事情:因为他们也任命他为独裁官,坚信他将迅速结束这些事务。
καὶ δὴ δύο δικτάτορες ἐγεγόνεισαν ἐπὶ τὰς αὐτὰς πράξεις, ὃ πρότερον οὐδέποτε συνεβεβήκει παρὰ Ῥωμαίοις.
于是,针对同一行动居然出现了两位独裁官,这在罗马人中以前从未发生过。
§3.103.5τῷ δὲ Μάρκῳ διασαφηθείσης τῆς τε τοῦ πλήθους εὐνοίας καὶ τῆς παρὰ τοῦ δήμου δεδομένης ἀρχῆς αὐτῷ, διπλασίως παρωρμήθη πρὸς τὸ παραβάλλεσθαι καὶ κατατολμᾶν τῶν πολεμίων.
至于马尔库斯,在得知民众的善意以及人民赋予他的官职后,他更加受到鼓舞,以双倍的干劲去冒险并对敌人采取大胆行动。
§3.103.6ἧκε δὲ καὶ Φάβιος ἐπὶ τὰς δυνάμεις οὐδὲν ἠλλοιωμένος ὑπὸ τῶν συμβεβηκότων, ἔτι δὲ βεβαιότερον μένων ἐπὶ τῆς ἐξ ἀρχῆς διαλήψεως.
法比乌斯也回到了军队中,他完全没有因所发生的事情而改变,而是更加坚定地持守最初的看法。
§3.103.7θεωρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον καὶ πρὸς πάντʼ ἀντιφιλονικοῦντα καὶ καθόλου πολὺν ὄντα πρὸς τῷ διακινδυνεύειν, αἵρεσιν αὐτῷ προύτεινε τοιαύτην, ἢ κατὰ μέρος ἄρχειν ἢ διελόμενον τὰς δυνάμεις χρῆσθαι τοῖς σφετέροις στρατοπέδοις κατὰ τὴν αὑτοῦ προαίρεσιν.
他看到马尔库斯傲慢自大,事事争强好胜,且总的来说极度热衷于冒险,便向他提出了这样一个选择:要么轮流指挥,要么分割军队并根据各自的意愿使用自己的部队。
§3.103.8τοῦ δὲ καὶ λίαν ἀσμένως δεξαμένου τὸν μερισμόν, διελόμενοι τὸ πλῆθος χωρὶς ἐστρατοπέδευσαν ἀλλήλων, ἀπέχοντες ὡς δώδεκα
既然马尔库斯非常高兴地接受了分割军队的方案,他们便将兵力分开,彼此相距约十二斯塔德,分别安营扎寨。