§30.1.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε παρὰ τοῦ βασιλέως Εὐμένους ἀδελφὸς Ἄτταλος,
在此期间,欧门尼斯国王的弟弟阿塔罗斯来到了罗马。
§30.1.2ἔχων μὲν πρόφασιν, εἰ καὶ μὴ τὸ κατὰ τοὺς Γαλάτας ἐγεγόνει σύμπτωμα περὶ τὴν βασιλείαν, ὅμως ἐλθεῖν εἰς τὴν Ῥώμην ἕνεκεν τοῦ συγχαρῆναι τῇ συγκλήτῳ καὶ τυχεῖν τινος ἐπισημασίας διὰ τὸ συμπεπολεμηκέναι καὶ πάντων εὐμενῶς σφίσι μετεσχηκέναι τῶν κινδύνων· §30.1.3τότε δὲ καὶ διὰ τὴν Γαλατικὴν περίστασιν ἠναγκασμένος ἧκεν εἰς τὴν Ῥώμην.
他原本就有前往罗马的名分——即使王国没有发生关于加拉太人的灾难,他也打算为了向元老院致贺,并因共同作战、甘苦与共地分担了所有危险而获得某种表彰,从而前往罗马;然而在此时,由于加拉太的危机,他也更是被迫来到了罗马。
§30.1.4πάντων δὲ φιλοφρόνως αὐτὸν ἀποδεχομένων διά τε τὴν ἐν τῇ στρατείᾳ γεγενημένην συνήθειαν καὶ διὰ τὸ δοκεῖν εὔνουν αὐτοῖς ὑπάρχειν, καὶ γινομένης τῆς ἀπαντήσεως ὑπὲρ τὴν προσδοκίαν, μετέωρος ἐγενήθη ταῖς ἐλπίσιν, οὐκ εἰδὼς τὴν ἀληθινὴν αἰτίαν τῆς ἀποδοχῆς.
由于大家在战役中建立的交情,以及认为他对他们怀有善意,所有人都热情地接待了他,而且欢迎的场面超出了预期,他因此对前途充满幻想,却不知道这种接待的真正原因。
§30.1.5διὸ καὶ παρʼ ὀλίγον ἦλθε τοῦ λυμήνασθαι τὰ σφέτερα πράγματα καὶ τὴν ὅλην βασιλείαν.
因此,他差一点就毁了自己的事业和整个王国。
§30.1.6τῶν γὰρ πλείστων Ῥωμαίων ἀπηλλοτριωμένων τῆς τοῦ βασιλέως Εὐμένους εὐνοίας καὶ πεπεισμένων αὐτὸν πλάγιον ἐν τῷ πολέμῳ γεγονέναι, λαλοῦντα τῷ Περσεῖ καὶ τοῖς καιροῖς ἐφεδρεύοντα τοῖς κατʼ αὐτῶν,
因为大多数罗马人已经对欧门尼斯国王失去好感,并确信他在战争中表现不忠,与珀尔修斯暗通款曲,窥伺着不利于他们的时机。
§30.1.7ἔνιοι τῶν ἐπιφανῶν ἀνδρῶν λαμβάνοντες εἰς τὰς χεῖρας τὸν Ἄτταλον παρεκάλουν τὴν μὲν ὑπὲρ τἀδελφοῦ πρεσβείαν ἀποθέσθαι, περὶ δʼ ἑαυτοῦ ποιεῖσθαι τοὺς λόγους· §30.1.8βούλεσθαι γὰρ αὐτῷ τὴν σύγκλητον συγκατασκευάζειν ἰδίαν ἀρχὴν καὶ δυναστείαν διὰ τὴν ἀλλοτριότητα τὴν πρὸς τὸν ἀδελφόν.
一些显赫之士私下里拉拢阿塔罗斯,劝他搁置为兄长充当使节的使命,而是为他自己提出诉求;因为他们说,元老院由于对其兄长的反感,希望为阿塔罗斯本人扶植起一个独立的统治权和王权。
§30.1.9ἐφʼ οἷς συνέβαινε τὸν Ἄτταλον ἐπὶ πολὺ μετεωρίζεσθαι καὶ συγκατανεύειν ἐν ταῖς κατʼ ἰδίαν ὁμιλίαις τοῖς εἰς τοῦτο τὸ μέρος αὐτὸν παρορμῶσι.
因着这些话,阿塔罗斯极度膨胀,并在私下交往中对那些促使他朝这个方向发展的人表示赞同。
§30.1.10τέλος δὲ πρὸς ἐνίους τῶν ἀξιολόγων ἀνδρῶν συνέθετο καὶ παρελθὼν εἰς τὴν σύγκλητον ποιήσεσθαι τοὺς περὶ τούτων λόγους.
最终,他与一些重要人物达成协定,并承诺将前往元老院就这些事进行陈述。