§28.15.1ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρʼ ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη, βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν.
关于在克里特,库多尼亚人因前一年诺托克拉特斯及其党羽企图占领该城而使城市几近陷于危境,从而惧怕戈尔廷人,于是根据盟约派使者前往欧墨尼斯处请求援助一事。
§28.15.2ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τριακοσίους ἐξαπέστειλε κατὰ σπουδήν.
国王便任命了莱昂,并急忙派他率领三百名士兵出发。
§28.15.3ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν.
他们到达后,库多尼亚人将城门的钥匙交给了莱昂,并将整个城市托付给了他。
—
—